Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑποφαίνοντες καὶ παραδεικνύντες διὰ τοῦ μετώπου
καὶ οὐχ ὥσπερ ἡμεῖς ἐκ τῶν γνάθων.
Ἐμοὶ δὲ οὐκ ἀπέχρησε μόνον ἡ βαθύτης τοῦ
γενείου, ἀλλὰ καὶ τῇ κεφαλῇ πρόσεστιν αὐχμός,
καὶ ὀλιγάκις κείρομαι καὶ ὀνυχίζομαι, καὶ τοὺς
δακτύλους ὑπὸ τοῦ καλάμου τὰ πολλὰ ἔχω
μέλανας. εἰ δὲ βούλεσθέ τι καὶ τῶν ἀπορρήτων
μαθεῖν, ἔστι μοι τὸ στῆθος δασὺ καὶ λάσιον ὥσπερ
[p. 426]
τῶν λεόντων, οἵπερ βασιλεύουσι τῶν θηρίων, οὐδὲ
ἐποίησα λεῖον αὐτὸ πώποτε διὰ δυσκολίαν καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.