Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μικροπρέπειαν, οὐδὲ ἄλλο τι μέρος τοῦ σώματος
εἰργασάμην λεῖον οὐδὲ μαλακόν. εἶπόν γ̓ ἂν
ὑμῖν, εἴ τις ἦν μοι καὶ ἀκροχορδὼν ὥσπερ τῷ
Κικέρωνι: νυνὶ δ̓ οὐκ ἔστι. καὶ εἰ συγγινώσκετε,
φράσω ὑμῖν καὶ ἕτερον. ἐμοὶ γὰρ οὐκ
ἀπόχρῃ τὸ σῶμα εἶναι τοιοῦτο, πρὸς δὲ καὶ δίαιτα
παγχάλεπος ἐπιτηδεύεται. εἴργω τῶν θεάτρων
ἐμαυτὸν ὑπ̓ ἀβελτηρίας, οὐδ̓ εἴσω τῆς αὐλῆς
παραδέχομαι τὴν θυμέλην ἔξω τῆς νουμηνίας τοῦ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.