Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καὶ οὐκ ἀγανακτῶ τῷ πράγματι. καὶ γὰρ ἂν
εἴην ἄδικος εἰ μὴ καὶ τοῖς παροῦσι στέργοιμι,
διαφερόντως ἀσπασάμενος ἐκεῖνα. Κελτοὶ μὲν
γὰρ οὕτω με δἰ ὁμοιότητα τρόπων ἠγάπησαν,
ὥστε ἐτόλμησαν οὐχ ὅπλα μόνον ὑπὲρ ἐμοῦ
λαβεῖν, ἀλλὰ καὶ χρήματα ἔδωκαν πολλά, καὶ
παραιτούμενον ὀλίγου καὶ ἐβιάσαντο λαβεῖν, καὶ
πρὸς πάντα ἑτοίμως ὑπήκουσαν. ὃ δὲ δὴ μέγιστον,
ἐκεῖθεν εἰς ὑμᾶς ἐφέρετο πολὺ τὸ ἐμὸν ὄνομα,
καὶ ἐβόων πάντες ἀνδρεῖον, συνετόν, δίκαιον, οὐ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.