previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰουστινιανῷ μὲν οὖν τὰ ἐς τὸν τρόπον ὅσα γε ἡμᾶς δύνασθαι φράσαι τῇδέ πη εἶχεν. ἔγημε δὲ γυναῖκα, ὅντινα τρόπον γενομένη τε καὶ τραφεῖσα καὶ τῷδε τῷ ἀνθρώπῳ ἐς γάμον ξυναφθεῖσα πρόρριζον Ῥωμαίοις τὴν πολιτείαν ἐξέτριψεν, ἐγὼ δηλώσω. [2] Ἀκάκιος ἦν τις ἐν Βυζαντίῳ θηριοκόμος τῶν ἐν κυνηγεσίῳ θηρίων μοίρας Πρασίνων, ὅνπερ ἀρκοτρόφον καλοῦσιν. [3] οὗτος ἀνὴρ Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος ἐτελεύτησε νόσῳ παίδων οἱ ἀπολελειμμένων τριῶν θήλεος γένους, Κομιτοῦς τε καὶ Θεοδώρας καὶ Ἀναστασίας, ὧνπερ πρεσβυτάτη οὔπω ἑπταέτης γεγονυῖα ἐτύγχανεν. [4] δὲ γυνὴ ἐκπεσοῦσα ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἦλθεν, ὃς δὴ ξὺν αὐτῇ τῶν τε κατὰ τὴν οἰκίαν καὶ τοῦ ἔργου τούτου ἐπιμελήσεσθαι τὸ λοιπὸν ἔμελλεν. [5] δὲ τῶν Πρασίνων ὀρχηστὴς Ἀστέριος ὄνομα χρήμασι πρὸς ἑτέρου ἀναπεισθεὶς τούτους μὲν τῆς τιμῆς ταύτης ἀπέστησε, τὸν δέ οἱ τὰ [p. 57] χρήματα δόντα ἐς αὐτὴν ἀντεκατέστησεν οὐδενὶ πόνῳ. τοῖς γὰρ ὀρχησταῖς τὰ τοιαῦτα ἐξῆν διοικεῖσθαι κατ̓ ἐξουσίαν βούλοιντο. [6] ἐπεὶ δὲ τὸν δῆμον ξύμπαντα γυνὴ ἐν κυνηγεσίῳ ἀγηγερμένον εἶδε, στέμματα ταῖς παισὶν ἔν τε τῇ κεφαλῇ καὶ ἀμφοτέραις ταῖς χερσὶν ἐνθεμένη ἐς τὴν ἱκετείαν ἐκάθισεν. [7] ἀλλ̓ οἱ Πράσινοι μὲν προσίεσθαι τὴν ἱκετείαν οὐδαμῆ ἔγνωσαν, Βένετοι δὲ αὐτὰς ἐπὶ ταύτης δὴ κατεστήσαντο τῆς τιμῆς, ἐπεὶ θηριοκόμος ἐτετελευτήκει καὶ αὐτοῖς ἔναγχος. [8] ἐπεὶ δὲ τὰ παιδία ταῦτα ἐς ἥβην ἦλθε, καθῆκεν αὐτὰ ἐπὶ τῆς ἐνταῦθα σκηνῆς αὐτίκα μήτηρ, ἐπεὶ εὐπρεπεῖς τὴν ὄψιν ἦσαν, οὐ μέντοι ὑπὸ χρόνον τὸν αὐτὸν ἁπάσας, ἀλλ̓ ὡς ἑκάστη ἔδοξέν οἱ ἐς τὸ ἔργον τοῦτο ὡραία εἶναι. [9] μὲν οὖν πρώτη Κομιτὼ ἤδη ἐν ταῖς καθ̓ αὑτὴν ἑταίραις λαμπρὰ ἐγεγόνει: Θεοδώρα δὲ μετ̓ ἐκείνην χιτωνίσκον χειριδωτὸν ἀμπεχομένη δούλῳ παιδὶ πρέποντα τά τε ἄλλα ὑπηρετοῦσα εἵπετο καὶ τὸ βάθρον ἐπὶ τῶν ὤμων ἀεὶ ἔφερεν, ἐφ̓ οὗπερ ἐκείνη ἐν τοῖς ξυλλόγοις καθῆσθαι εἰώθει. [10] τέως μὲν οὖν ἄωρος οὖσα Θεοδώρα ἐς κοίτην ἀνδρὶ ξυνιέναι οὐδαμῆ εἶχεν, οὐδὲ οἷα γυνὴ μίγνυσθαι: δὲ τοῖς κακοδαιμονοῦσιν ἀνδρείαν τινὰ μισητίαν ἀνεμίσγετο, καὶ ταῦτα δούλοις, ὅσοι τοῖς κεκτημένοις ἑπόμενοι ἐς τὸ θέατρον πάρεργον τῆς οὔσης αὐτοῖς εὐκαιρίας τὸν ὄλεθρον τοῦτον εἰργάζοντο, ἔν τε μαστροπείῳ πολύν [p. 58] τινα χρόνον ἐπὶ ταύτῃ δὴ τῇ παρὰ φύσιν ἐργασίᾳ τοῦ σώματος διατριβὴν εἶχεν. [11] ἐπειδὴ δὲ τάχιστα ἔς τε τὴν ἥβην ἀφίκετο καὶ ὡραία ἦν ἤδη, εἰς τὰς ἐπὶ σκηνῆς καθῆκεν αὑτὴν, ἑταίρα τε εὐθὺς ἐγεγόνει, οἵανπερ οἱ πάλαι ἄνθρωποι ἐκάλουν πεζήν. [12] οὐ γὰρ αὐλήτρια οὐδὲ ψάλτρια ἦν, οὐ μὴν οὐδὲ τὰ ἐς τὴν ὀρχήστραν αὐτῇ ἤσκητο, ἀλλὰ τὴν ὥραν τοῖς ἀεὶ περιπίπτουσιν ἀπεδίδοτο μόνον ἐκ παντὸς ἐργαζομένη τοῦ σώματος. [13] εἶτα τοῖς μίμοις τὰ ἐς τὸ θέατρον πάντα ὡμίλει καὶ τῶν ἐνταῦθα ἐπιτηδευμάτων μετεῖχεν αὐτοῖς, γελωτοποιοῖς τισι βωμολοχίαις ὑπηρετοῦσα. ἦν γὰρ ἀστεία διαφερόντως καὶ σκώπτρια, ἀπόβλεπτός τε ἐκ τοῦ ἔργου εὐθὺς ἐγεγόνει. [14] οὐ γάρ τινος αἰδοῦς τῇ ἀνθρώπῳ μετῆν διατραπεῖσάν τις αὐτὴν πώποτε εἶδεν, ἀλλ̓ ἐς ἀναισχύντους ὑπουργίας οὐδεμιᾷ ὀκνήσει ἐχώρει, καὶ τοιαύτη τις ἦν οἵα ῥαπιζομένη μὲν καὶ κατὰ κόρρης πατασσομένη χαριεντίζειν τε καὶ μέγιστα ἀνακαγχάζειν, ἀποδυσαμένη τε τά τε πρόσω καὶ τὰ ὀπίσω τοῖς ἐντυγχάνουσι γυμνὰ ἐπιδεῖξαι, τοῖς ἀνδράσι θέμις ἄδηλά τε καὶ ἀφανῆ εἶναι. [15] Ἐς δὲ τοὺς ἐραστὰς ἐχλεύαζέ τε βλακεύουσα καὶ νεωτέραις ἀεὶ τῶν μίξεων ἐνδιαθρυπτομένη ἐπιτεχνήσεσι παραστήσασθαι τὰς τῶν ἀκολάστων ψυχὰς ἐς ἀεὶ ἴσχυεν, ἐπεὶ οὐδὲ πειρᾶσθαι πρός του τῶν ἐντυγχανόντων [p. 59] ἠξίου, ἀλλ̓ ἀνάπαλιν αὐτὴ γελοιάζουσά τε καὶ βωμολόχως ἰσχιάζουσα τοὺς παραπεπτωκότας ἅπαντας, ἄλλως τε καὶ ἀγενείους ὄντας ἐπείρα. [16] ἥσσων γάρ τις οὕτως ἡδονῆς ἁπάσης οὐδαμῆ γέγονεν, ἐπεὶ καὶ ἐς ξυναγώγιμον δεῖπνον πολλάκις ἐλθοῦσα ξὺν νεανίαις δέκα, τούτων πλείοσιν, ἰσχύϊ τε σώματος ἀκμάζουσι λίαν καὶ τὸ λαγνεύειν πεποιημένοις ἔργον, ξυνεκοιτάζετο μὲν τοῖς συνδείπνοις ἅπασι τὴν νύκτα ὅλην, ἐπειδὰν δὲ πρὸς τὸ ἔργον τοῦτο πάντες ἀπείποιεν, ἥδε παρὰ τοὺς ἐκείνων οἰκέτας ἰοῦσα τριάκοντα ὄντας, ἂν οὕτω τύχοι, ξυνεδυάζετο μὲν αὐτῶν ἑκάστῳ, κόρον δὲ οὐδ̓ ὣς ταύτης δὴ τῆς μισητίας ἐλάμβανε. [17] Καί ποτε ἐς τῶν τινος ἐπιφανῶν οἰκίαν ἐλθοῦσα μεταξὺ τοῦ πότου θεωμένων αὐτὴν, ὥς φασι, τῶν ξυμποτῶν ἁπάντων, ἐς τὸ προὖχον ἀναβᾶσα τῆς κλίνης ἀμφὶ τὰ πρὸς ποδῶν ἀνασύρασά τε τὰ ἱμάτια οὐδενὶ κόσμῳ ἐνταῦθα οὐκ ἀπηξίωσε τὴν ἀκολασίαν ἐνδείκνυσθαι. [18] δὲ κἀκ τριῶν τρυπημάτων ἐργαζομένη ἐνεκάλει τῇ φύσει, δυσφορουμένη ὅτι δὴ μὴ καὶ τοὺς τιτθοὺς αὐτῇ εὐρύτερον νῦν εἰσι τρυπῴη, ὅπως καὶ ἄλλην ἐνταῦθα μίξιν ἐπιτεχνᾶσθαι δυνατὴ εἴη. [19] καὶ συχνὰ μὲν ἐκύει, πάντα δὲ σχεδὸν τεχνάζουσα ἐξαμβλίσκειν εὐθὺς ἴσχυε. [20] Πολλάκις δὲ κἀν τῷ θεάτρῳ ὑπὸ θεατῇ παντὶ τῷ δήμῳ ἀπεδύσατό τε καὶ γυμνὴ διὰ μέσου ἐγένετο, ἀμφὶ τὰ αἰδοῖα καὶ τοὺς βουβῶνας διάζωμα ἔχουσα [p. 60] μόνον, οὐχ ὅτι μέντοι ᾐσχύνετο καὶ ταῦτα τῷ δήμῳ δεικνύναι, ἀλλ̓ ὅτι ἐνταῦθα γυμνῷ παντάπασι παριέναι οὐδενὶ ἔξεστιν ὅτι μὴ τῷ ἀμφὶ τοὺς βουβῶνας διάζωμα ἔχοντι. οὕτω μέντοι τοῦ σχήματος ἔχουσα, [21] ἀναπεπτωκυῖά τε ἐν τῷ ἐδάφει ὑπτία ἔκειτο. θῆτες δέ τινες, οἷς δὴ τὸ ἔργον τόδε ἐνέκειτο, κριθὰς αὐτῇ ὕπερθεν τῶν αἰδοίων ἐρρίπτουν, ἃς δὴ οἱ χῆνες, οἳ ἐς τοῦτο παρεσκευασμένοι ἐτύγχανον, τοῖς στόμασιν ἐνθένδε κατὰ μίαν ἀνελόμενοι ἤσθιον. [22] δὲ οὐχ ὅτι οὐκ ἐρυθριῶσα ἐξανίστατο, ἀλλὰ καὶ φιλοτιμουμένῃ ἐπὶ ταύτῃ δὴ τῇ πράξει ἐῴκει. ἦν γὰρ οὐκ ἀναίσχυντος μόνον, ἀλλὰ καὶ ἀναισχυντοποιὸς πάντων μάλιστα. [23] πολλάκις δὲ καὶ ἀποδυσαμένη ξὺν τοῖς μίμοις ἐν μέσῳ εἱστήκει ἐπὶ τῆς σκηνῆς λορδουμένη τε καὶ τὰ ὀπίσω ἀποκεντῶσα τοῖς τε διάπειραν αὐτῆς ἔχουσι καὶ τοῖς οὔπω πεπλησιακόσι τὰ ἐκ παλαίστρας τῆς αὐτῇ εἰωθυίας βρενθυομένη. [24] οὕτω δὲ ἀκολάστως ἐς τὸ σῶμα τὸ αὑτῆς ὕβριζεν, ὥστε τὴν αἰδῶ οὐκ ἐν τῇ τῆς φύσεως χώρᾳ κατὰ ταὐτὰ ταῖς ἄλλαις γυναιξὶν, ἀλλ̓ ἐν τῷ προσώπῳ ἔχειν ἐδόκει. [25] οἱ μὲν οὖν αὐτῇ πλησιάζοντες ἔνδηλοι εὐθὺς ἀπ̓ αὐτοῦ ἦσαν, ὅτι δὴ οὐ κατὰ νόμον τῆς φύσεως τὰς μίξεις ποιοῦνται: ὅσοι δὲ αὐτῇ ἐν ἀγορᾷ τῶν ἐπιεικεστέρων ἐντύχοιεν, ἀποκλινόμενοι σπουδῇ ὑπεχώρουν, μή του τῶν ἱματίων τῆς [p. 61] ἀνθρώπου ἁψάμενοι μεταλαχεῖν τοῦ μιάσματος τούτου δόξειαν. [26] ἦν γὰρ τοῖς ὁρῶσιν ἄλλως τε καὶ ἀρχομένης ἡμέρας βλάσφημος οἰωνός. ἐς μέντοι τὰς συνθεατρίας ἀγριώτατα εἰώθει ἐς ἀεὶ σκορπιαίνεσθαι: βασκανίᾳ γὰρ πολλῇ εἴχετο. [27] Ἑκηβόλῳ δὲ ὕστερον Τυρίῳ ἀνδρὶ τὴν ἀρχὴν παραλαβόντι Πενταπόλεως ἐς τὰ αἴσχιστα ὑπηρετήσουσα εἵπετο, ἀλλά τι τῷ ἀνθρώπῳ προσκεκρουκυῖα ἐνθένδε ὅτι τάχιστα ἀπηλαύνετο: διὸ δὴ αὐτῇ ἀπορεῖσθαι τῶν ἀναγκαίων ξυνέπεσεν, ἅπερ τὸ λοιπὸν ἐπορίζετο τὴν ἐς τὸ σῶμα παρανομίαν, ᾗπερ εἴθιστο, ἐργαζομένη. [28] ἐς μὲν οὖν Ἀλεξάνδρειαν τὰ πρῶτα ἧκεν. ἔπειτα δὲ πᾶσαν τὴν ἕω περιελθοῦσα ἐς Βυζάντιον ἐπανῆκεν, ἐργασίᾳ χρωμένη ἐν πόλει ἑκάστῃ, ἥν γε ὀνομάζοντι, οἶμαι, ἀνθρώπῳ οὐκ ἄν ποτε ἵλεως θεὸς εἴη, ὥσπερ οὐκ ἀνεχομένου τοῦ δαίμονος χῶρόν τινα τῆς Θεοδώρας ἀκολασίας ἀγνῶτα εἶναι. [29] Οὕτω μὲν οὖν τετέχθαι τε τῇδε τῇ γυναικὶ καὶ τετράφθαι ξυνέβη καὶ ἐς δημοσίους πολλὰς διαβοήτῳ γεγενῆσθαι καὶ ἐς πάντας ἀνθρώπους. [30] ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον αὖθις, ἠράσθη αὐτῆς Ἰουστινιανὸς ἔρωτα ἐξαίσιον οἷον, καὶ τὰ πρῶτα ἐπλησίαζεν ὡς ἐρωμένῃ, καίπερ αὐτὴν ἀναγαγὼν ἐς τὸ τῶν πατρικίων [p. 62] ἀξίωμα. [31] δύναμιν τοίνυν ἐξαισίαν τινὰ καὶ χρήματα ἐπιεικῶς μεγάλα περιβαλέσθαι Θεοδώρα εὐθὺς ἴσχυσε. πάντων γὰρ ἥδιστον τῷ ἀνθρώπῳ ἐφαίνετο, δὴ ξυμβαίνειν τοῖς ἐκτόπως ἐρῶσι φιλεῖ, χάριτάς τε πάσας καὶ χρήματα πάντα τῇ ἐρωμένῃ χαρίζεσθαι. [32] ἐγίνετό τε πολιτεία τοῦ ἔρωτος τοῦδε ὑπέκκαυμα. ξὺν αὐτῇ τοίνυν πολλῷ ἔτι μᾶλλον τὸν δῆμον διέφθειρεν οὐκ ἐνταῦθα μόνον, ἀλλ̓ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν. [33] ἄμφω γὰρ μοίρας τῆς Βενέτων ἐκ παλαιοῦ ὄντες ἐν πολλῇ ἐξουσίᾳ τούτοις δὴ τοῖς στασιώταις τὰ ἐς τὴν πολιτείαν πράγματα ἔθεντο. [34] χρόνῳ δὲ πολλῷ ὕστερον τὸ πλεῖστον τοῦ κακοῦ ἐλελωφήκει τρόπῳ τοιῷδε. [35] Ἰουστινιανῷ ἐν ἡμέραις πολλαῖς νοσῆσαι ξυνέβη, ἐν δὲ τῇ νόσῳ ταύτῃ ἐς τόσον κινδύνου ἀφίκετο ὥστε καὶ ἐλέχθη ὅτι δὴ ἀποθάνοι: οἱ μέντοι στασιῶται ταῦτα ἅπερ ἐρρήθη ἡμάρτανον, καί τινα Ὑπάτιον οὐκ ἀφανῆ ἄνδρα δἰ ἡμέρας ἐν τῷ τῆς Σοφίας ἱερῷ διεχρήσαντο. [36] ἐξειργασμένου δὲ τοῦ κακοῦ τοῦ ἔργου ταραχὴ ἐς βασιλέα ἦλθε, τῶν τε ἀμφ̓ αὐτὸν ἕκαστος, ἐπεὶ τῆς Ἰουστινιανοῦ ἀπουσίας ἐλάβετο, τὴν τῶν πεπραγμένων ἀτοπίαν ἐπὶ μέγα αἴρειν ἐν σπουδῇ ἐποιεῖτο, καταλέγων ἐξ ἀρχῆς ἅπαντα, ὅσα δὴ γενέσθαι τετύχηκε. [37] τότε δὴ βασιλεὺς τῷ τῆς πόλεως ἐπάρχῳ [p. 63] ἐπέστελλε τῶν πεπραγμένων ἁπάντων ποιεῖσθαι τὰς τίσεις. ἦν δὲ οὗτος ἀνὴρ Θεόδοτος ὄνομα, ὅνπερ Κολοκύνθιον ἐπίκλησιν ἐκάλουν. [38] καὶ ὃς διερευνώμενος ἅπαντα πολλοὺς μὲν τῶν κακούργων ἑλεῖν τε καὶ διαχρήσασθαι νόμῳ ἴσχυσε, πολλοὶ δὲ καὶ διαλαθόντες [39] ἐσώθησαν. μεταξὺ γὰρ ἐπιαπολέσθαι αὐτοὺς πράγμασι Ῥωμαίων ἕδει. δὲ παράδοξον διασωθεὶς ἐξάπινα σωτηρίαν καὶ τὸν Θεόδοτον κτεῖναι ἅτε φαρμακέα καὶ μάγον εὐθὺς ἐνεχείρει. [40] ἐπεὶ δὲ οὐκ εἶχεν ὅτῳ ποτὲ προσχήματι χρώμενος τὸν ἄνθρωπον διαφθείρειε, τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος ἠνάγκαζε λόγους ὡς ἥκιστα ὑγιεῖς ἐπ̓ αὐτῷ φθέγγεσθαι. [41] πάντων δέ οἱ ἐκποδὼν ἱσταμένων καὶ σιωπῇ τὴν ἐς τὸν Θεόδοτον ὀδυρομένων ἐπιβουλὴν, μόνος Πρόκλος τὴν τοῦ καλουμένου κοιαίστωρος ἔχων ἀρχὴν καθαρὸν ἀπέφαινε τοῦ ἐγκλήματος εἶναι τὸν ἄνθρωπον καὶ θανάτου οὐδαμῆ ἄξιον. [42] διὸ δὴ Θεόδοτος ἐς τὰ Ἱεροσόλυμα βασιλέως κομίζεται γνώμῃ. γνοὺς δὲ ἥκειν τινὰς ἐνταῦθα, οἵπερ αὐτὸν διαφθεροῦσιν, ἐν τῷ ἱερῷ ἦν κρυπτόμενος τὸν ἅπαντα χρόνον, οὕτω τε διαβιοὺς ἐτελεύτησε. [p. 64] [43] Τὰ μὲν οὖν ἀμφὶ Θεοδότῳ ταύτῃ πη ἔσχεν. οἱ δὲ στασιῶται σωφρονέστατοι τὸ ἐντεῦθεν ἐγένοντο ἀνθρώπων ἁπάντων. [44] οὐ γὰρ ἔτι τὰ τοιαῦτα ἐξαμαρτάνειν ἠνείχοντο, καίπερ σφίσι παρὸν ἀδεέστερον τῇ ἐς τὴν δίαιταν παρανομίᾳ χρῆσθαι. [45] τεκμήριον δέ: ὀλίγων γάρ τινων ὕστερον τόλμαν τὴν ὁμοίαν ἐνδειξαμένων τίσις οὐδεμία ἐς αὐτοὺς γέγονεν. [46] οἱ γὰρ τοῦ κολάζειν τὴν ἐξουσίαν ἀεὶ ἔχοντες παρρησίαν τοῦ διαλανθάνειν τοῖσδε τὰ δεινὰ εἰργασμένοις παρείχοντο, ταύτῃ αὐτοὺς τῇ ξυγχωρήσει ἐς τὸ τοῖς νόμοις ἐπεμβαίνειν ἐνάγοντες. [47] Ἕως μὲν οὖν βασιλὶς περιῆν ἔτι, γυναῖκα ἐγγυητὴν Ἰουστινιανὸς τὴν Θεοδώραν ποιήσασθαι οὐδεμιᾷ μηχανῇ εἶχεν. ἐν τούτῳ γὰρ μόνον ἀπ̓ ἐναντίας αὐτῷ ἐχώρει, καίπερ ἀντιστατοῦσα τῶν ἄλλων οὐδέν. [48] πονηρίας μὲν γὰρ γυνὴ ἀπωτάτω οὖσα ἐτύγχανεν, ἄγροικος δὲ ἦν κομιδῆ καὶ βάρβαρος γένος, ὥσπερ μοι εἴρηται. [49] ἀντιλαβέσθαι τε ἀρετῆς οὐδαμῆ ἴσχυσεν, ἀλλ̓ ἀπειροτάτη οὖσα διατετέλεκε τῶν κατὰ τὴν πολιτείαν πραγμάτων, γε οὐδὲ ξὺν τῷ ὀνόματι τῷ αὐτῆς ἰδίῳ ἅτε καταγελάστῳ ὄντι ἐς Παλάτιον ἦλθεν, ἀλλ̓ Εὐφημία ἐπικληθεῖσα. χρόνῳ δὲ ὕστερον τῇ βασιλίδι μὲν ἀπογενέσθαι ξυνέπεσεν. [50] δὲ ἠλιθιάζων τε καὶ κομιδῆ ἐσχατογέρων γενόμενος, πρὸς τῶν ἀρχομένων γέλωτα ὦφλεν, ὀλιγωρίᾳ τε πολλῇ ἐς αὐτὸν ἐχόμενοι ἅπαντες ἅτε τῶν πρασσομένων οὐ ξυνιέντος, ὑπερεώρων, [p. 65] Ἰουστινιανὸν δὲ ξὺν δέει πολλῷ ἐθεράπευον. κυκῶν γὰρ ἀεὶ καὶ ξυνταράσσων ἀνεσόβει ἐφεξῆς ἅπαντα. [51] τότε δὴ τὴν ἐγγύην πρὸς τὴν Θεοδώραν ἐνεχείρει ποιεῖν. ἀδύνατον δὲ ὂν ἄνδρα ἐς ἀξίωμα βουλῆς ἥκοντα ἑταίρᾳ γυναικὶ ξυνοικίζεσθαι, νόμοις ἄνωθεν τοῖς παλαιοτάτοις ἀπορρηθὲν, λῦσαί τε τοὺς νόμους τὸν βασιλέα νόμῳ ἑτέρῳ ἠνάγκασε καὶ τὸ ἐνθένδε ἅτε γαμετῇ τῇ Θεοδώρᾳ ξυνῴκησε, καὶ τοῖς ἄλλοις ἅπασι βάσιμον κατεστήσατο τὴν πρὸς τὰς ἑταίρας ἐγγύην, τυραννῶν τε αὐτίκα ἐπεβάτευε τῆς τοῦ αὐτοκράτορος τιμῆς προσχήματι συμπεπλασμένῳ τῆς πράξεως ἐπικαλύπτων τὸ βίαιον. [52] ἀνεῖπον γὰρ αὐτὸν βασιλέα ξὺν τῷ θείῳ τῶν Ῥωμαίων, εἴ τι δόκιμον ἦν, δειμάτων περιουσίᾳ ἐπὶ ταύτην ἠγμένοι τὴν ψῆφον. [53] παρέλαβον τοίνυν τὴν βασιλείαν Ἰουστινιανός τε καὶ Θεοδώρα πρότερον τῆς Πασχαλίας ἑορτῆς ἡμέραις τρισὶν, ὅτε δὴ οὔτε ἀσπάσασθαι τῶν φίλων τινὰ οὔτε εἰρηναῖα προσειπεῖν ἔξεστιν. [54] ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον Ἰουστῖνος μὲν ἐτελεύτησε νόσῳ, τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη ἐννέα, μόνος δὲ Ἰουστινιανὸς ξὺν Θεοδώρᾳ τὴν βασιλείαν ἔσχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: