previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φιλοκλέων

οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
ἐπεὶ μόνος μ᾽ ἔσωσε παρατεταγμένον,
ὅθ᾽ βορέας μέγας ἐπεστρατεύσατο.

Βδελυκλέων

1125ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.

Φιλοκλέων

μὰ τὸν Δί᾽ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
ἀπέδωκ᾽ ὀφείλων τῷ κναφεῖ τριώβολον.

Βδελυκλέων

ἀλλ᾽ οὖν πεπειράσθω γ᾽, ἐπειδήπερ γ᾽ ἅπαξ
1130ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.

Φιλοκλέων

τί οὖν κελεύεις δρᾶν με;

Βδελυκλέων
τὸν τρίβων᾽ ἄφες,
τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.

Φιλοκλέων

ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
ὅθ᾽ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;

Βδελυκλέων

1135ἔχ᾽ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.

Φιλοκλέων

τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;

Βδελυκλέων

οἱ μὲν καλοῦσι Περσίδ᾽ οἱ δὲ καυνάκην.

Φιλοκλέων

ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.

Βδελυκλέων

κοὐ θαῦμά γ᾽: ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
1140ἔγνως γὰρ ἄν: νῦν δ᾽ οὐχὶ γιγνώσκεις.

Φιλοκλέων
ἐγώ;
μὰ τὸν Δί᾽ οὐ τοίνυν: ἀτὰρ δοκεῖ γέ μοι
ἐοικέναι μάλιστα Μορύχου σάγματι.

Βδελυκλέων

οὔκ, ἀλλ᾽ ἐν Ἐκβατάνοισι ταῦθ᾽ ὑφαίνεται.

Φιλοκλέων

ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;

Βδελυκλέων

1145πόθεν ὦγάθ᾽; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.

Φιλοκλέων

οὔκουν ἐριώλην δῆτ᾽ ἐχρῆν αὐτὴν καλεῖν
δικαιότερον καυνάκην;

Βδελυκλέων
ἔχ᾽ ὦγαθέ,
1150καὶ στῆθ᾽ ἀναμπισχόμενος.

Φιλοκλέων
οἴμοι δείλαιος:
ὡς θερμὸν μιαρά τί μου κατήρυγεν.

Βδελυκλέων

οὐκ ἀναβαλεῖ;

Φιλοκλέων
μὰ Δί᾽ οὐκ ἔγωγ᾽. ἀλλ᾽ ὦγαθέ,
εἴπερ γ᾽ ἀνάγκη, κρίβανόν μ᾽ ἀμπίσχετε.

Βδελυκλέων

φέρ᾽ ἀλλ᾽ ἐγώ σε περιβαλῶ: σὺ δ᾽ οὖν ἴθι.

Φιλοκλέων

1155παράθου γε μέντοι καὶ κρεάγραν.

Βδελυκλέων
τιὴ τί δή;

Φιλοκλέων

ἵν᾽ ἐξέλῃς με πρὶν διερρυηκέναι.

Βδελυκλέων

ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
τασδὶ δ᾽ ἀνύσαςὑπόδυθιτὰς Λακωνικάς.

Φιλοκλέων

ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
1160ἐχθρῶν παρ᾽ ἀνδρῶν δυσμενῆ καττύματα;

Βδελυκλέων

ἔνθες ποτ᾽ τᾶν κἀπόβαιν᾽ ἐρρωμένως
ἐς τὴν Λακωνικὴν ἀνύσας.

Φιλοκλέων
ἀκικεῖς γέ με
ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.

Βδελυκλέων

φέρε καὶ τὸν ἕτερον.

Φιλοκλέων
μηδαμῶς τοῦτόν γ᾽, ἐπεὶ
1165πάνυ μισολάκων αὐτοῦ 'στιν εἷς τῶν δακτύλων.

Βδελυκλέων

οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλα.

Φιλοκλέων
κακοδαίμων ἐγώ,
ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.

Βδελυκλέων

ἄνυσόν ποθ᾽ ὑποδησάμενος: εἶτα πλουσίως
ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: