Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] ἐπει̣δὰν δ᾽ ἔλθωσιν καὶ νενεμημένοι ἐφ᾽ ἕκαστον ὦσιν οἱ δικασταί, ἡ ἀρχὴ ἡ ἐφεστηκυῖα ἐν τῷ δικαστηρίῳ ἑκάστῳ ἕλκει ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν, ἵνα γένωνται δέκα, εἷς ἐξ ἑκάστης τῆς φυλῆς, καὶ ταῦτα τὰ πινάκι̣α εἰς ἕτερον κενὸν κιβώτιον ἐμβάλλει: καὶ τούτων ε# τοὺς πρώτους διακληροῖ, ἕνα μὲν ἐπὶ τὸ ὕδωρ, τέτταρας δὲ ἄλλους ἐπὶ τὰς ψήφ̣ους, ἵνα μηδεὶς παρασκευάζηι μήτε τὸν ἐπὶ τὸ ὕδωρ μήτε τοὺς ἐπὶ τὰς ψήφους, μηδὲ γίγνηται περὶ ταῦτα κακούργημα μηδέν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.