Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπειδὰν δὲ πάντα πλήρη ᾖ τὰ δικαστήρια, τίθεται ἐν τῷ πρώτῳ τῶν δικαστηρίων β# κληρωτήρια καὶ κύβοι χαλκοῖ, ἐν οἷς ἐπιγέγραπται τὰ χρώματα τῶν δικαστηρίων, καὶ ἕτεροι κύβοι, ἐν οἷς ἐστιν τῶν ἀρχῶν τὰ ὀνόματα ἐπιγεγραμμένα. λαχόντες δὲ τῶν θεσμοθετῶν δύο χωρὶς ἑκατέρων τοὺς κύβους ἐμβάλλουσιν, ὁ μὲν τὰ χρώματα εἰς τὸ ἓν κληρωτήριον, ὁ δὲ τῶν ἀρχῶν τὰ ὀνόματα εἰς τὸ ἕτερον. ἣ δ᾽ ἂν πρώτη λάχῃ τῶν ἀρχῶν, αὕ̣τ̣η ἀναγορεύεται ὑπὸ τοῦ κήρυκος ὅτι χρήσεται τῷ πρώτῳ λα̣χόντι δικαστηρίῳ, ἡ δὲ δευτέρα τῷ δευτέρῳ, καὶ ὡσαύτως τοῖς ἄλλοις, ἵνα μηδεμία προειδῇ τίνι αὐτῶν χρήσεται, ἀλλ᾽ οἷον ἂν λάχῃ ἑκάστη, τούτῳ χρήσηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.