Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἀρχὰς ἁπάσας, στρατηγοὺς δέκα, πρότερον μὲν ἀφ᾽ ἑκάστης φυλῆς ἕνα, νῦν δ᾽ ἐξ ἁπάντων: καὶ τούτους διατάττουσι τῇ χειροτονίᾳ, ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ὃς ἡγεῖται τῶν ὁπλιτῶν, ἂν ἐξίωσι, ἕνα δ᾽ ἐπὶ τὴν χώραν, ὃς φυλάττει, κἂν πόλεμος ἐν τῇ χώρᾳ γίγνηται, πολεμεῖ οὗτος. δύο δ᾽ ἐπὶ τὸν Πειραιέα, τὸν μὲν εἰς τὴν Μουνιχίαν, τὸν δ᾽ εἰς τὴν Ἀκτήν, οἳ τῆς φυλακῆς ἐπιμελοῦνται καὶ τῶν ἐν Πειραιεῖ: ἕνα δ᾽ ἐπὶ τὰς συμμορίας, ὃς τούς τε τριηράρχους καταλέγει, καὶ τὰς ἀντιδόσεις αὐτοῖς ποιεῖ, καὶ τὰς διαδικασίας αὐτοῖς εἰσάγει: τοὺς δ᾽ ἄλλους πρὸς τὰ παρόντα πράγματα ἐκπέμπουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.