previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀρέστης

φεῦ:
γενναῖον ἄνδρ᾽ ἔλεξας, εὖ τε δραστέον.

Ἠλέκτρα

εἰ δή ποθ᾽ ἥξει γ᾽ ἐς δόμους νῦν ἀπών.

Ὀρέστης

μήτηρ δέ σ᾽ τεκοῦσα ταῦτ᾽ ἠνέσχετο;

Ἠλέκτρα

265γυναῖκες ἀνδρῶν, ξέν᾽, οὐ παίδων φίλαι.

Ὀρέστης

τίνος δέ σ᾽ οὕνεχ᾽ ὕβρισ᾽ Αἴγισθος τάδε;

Ἠλέκτρα

τεκεῖν μ᾽ ἐβούλετ᾽ ἀσθενῆ, τοιῷδε δούς.

Ὀρέστης

ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;

Ἠλέκτρα

τοιαῦτ᾽ ἐβούλευσ᾽: ὧν ἐμοὶ δοίη δίκην.

Ὀρέστης

270οἶδεν δέ σ᾽ οὖσαν παρθένον μητρὸς πόσις;

Ἠλέκτρα

οὐκ οἶδε: σιγῇ τοῦθ᾽ ὑφαιρούμεσθά νιν.

Ὀρέστης

αἵδ᾽ οὖν φίλαι σοι τούσδ᾽ ἀκούουσιν λόγους;

Ἠλέκτρα

ὥστε στέγειν γε τἀμὰ καὶ σ᾽ ἔπη καλῶς.

Ὀρέστης

τί δῆτ᾽ Ὀρέστης πρὸς τόδ᾽, Ἄργος ἢν μόλῃ;

Ἠλέκτρα

275ἤρου τόδ᾽; αἰσχρόν γ᾽ εἶπας: οὐ γὰρ νῦν ἀκμή;

Ὀρέστης

ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;

Ἠλέκτρα

τολμῶν ὑπ᾽ ἐχθρῶν οἷ᾽ ἐτολμήθη πατήρ.

Ὀρέστης

καὶ μετ᾽ αὐτοῦ μητέρ᾽ ἂν τλαίης κτανεῖν;

Ἠλέκτρα

ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.

Ὀρέστης

280λέγω τάδ᾽ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;

Ἠλέκτρα

θάνοιμι μητρὸς αἷμ᾽ ἐπισφάξασ᾽ ἐμῆς.

Ὀρέστης

φεῦ:
εἴθ᾽ ἦν Ὀρέστης πλησίον κλύων τάδε.

Ἠλέκτρα

ἀλλ᾽, ξέν᾽, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.

Ὀρέστης

νέα γάρ, οὐδὲν θαῦμ᾽, ἀπεζεύχθης νέου.

Ἠλέκτρα

285εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.

Ὀρέστης

ἆρ᾽ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;

Ἠλέκτρα

πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.

Ὀρέστης

κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;

Ἠλέκτρα

ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.

Ὀρέστης

290οἴμοι, τόδ᾽ οἷον εἶπας: — αἴσθησις γὰρ οὖν
κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
λέξον δ᾽, ἵν᾽ εἰδὼς σῷ κασιγνήτῳ φέρω
λόγους ἀτερπεῖς, ἀλλ᾽ ἀναγκαίους κλύειν.
ἔνεστι δ᾽ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
295σοφοῖσι δ᾽ ἀνδρῶν: καὶ γὰρ οὐδ᾽ ἀζήμιον
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.

Χορός

κἀγὼ τὸν αὐτὸν τῷδ᾽ ἔρον ψυχῆς ἔχω.
πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: