previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

οὐκ ἄξι᾽ ἀνδρός, γέρον, σοφοῦ λέγεις,
525εἰ κρυπτὸν ἐς γῆν τήνδ᾽ ἂν Αἰγίσθου φόβῳ
δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
δὲ κτενισμοῖς θῆλυς; ἀλλ᾽ ἀμήχανον.
530πολλοῖς δ᾽ ἂν εὕροις βοστρύχους ὁμοπτέρους
καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.

Πρέσβυς

σὺ δ᾽ εἰς ἴχνος βᾶσ᾽ ἀρβύλης σκέψαι βάσιν
εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.

Ἠλέκτρα

πῶς δ᾽ ἂν γένοιτ᾽ ἂν ἐν κραταιλέῳ πέδῳ
535γαίας ποδῶν ἔκμακτρον; εἰ δ᾽ ἔστιν τόδε,
δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ᾽ ἴσος
ἀνδρός τε καὶ γυναικός, ἀλλ᾽ ἅρσην κρατεῖ.

Πρέσβυς

οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,

*
κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,
540ἐν ποτ᾽ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;

Ἠλέκτρα

οὐκ οἶσθ᾽, Ὀρέστης ἡνίκ᾽ ἐκπίπτει χθονός,
νέαν μ᾽ ἔτ᾽ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
πῶς ἂν τότ᾽ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
εἰ μὴ ξυναύξοινθ᾽ οἱ πέπλοι τῷ σώματι;
545ἀλλ᾽ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος
ἐκείρατ᾽, τῆσδε σκοποὺς λαβὼν χθονὸς — †

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 17
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: