previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αὐτουργός

ἔα: τίνας τούσδ᾽ ἐν πύλαις ὁρῶ ξένους;
τίνος δ᾽ ἕκατι τάσδ᾽ ἐπ᾽ ἀγραύλους πύλας
προσῆλθον; 'μοῦ δεόμενοι; γυναικί τοι
αἰσχρὸν μετ᾽ ἀνδρῶν ἑστάναι νεανιῶν.

Ἠλέκτρα

345 φίλτατ᾽, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί:
τὸν ὄντα δ᾽ εἴσῃ μῦθον: οἵδε γὰρ ξένοι
ἥκουσ᾽ Ὀρέστου πρός με κήρυκες λόγων.
ἀλλ᾽, ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.

Αὐτουργός

τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;

Ἠλέκτρα

350ἔστιν λόγῳ γοῦν, φασὶ δ᾽ οὐκ ἄπιστ᾽ ἐμοί.

Αὐτουργός

καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;

Ἠλέκτρα

ἐν ἐλπίσιν ταῦτ᾽: ἀσθενὴς φεύγων ἀνήρ.

Αὐτουργός

ἦλθον δ᾽ Ὀρέστου τίν᾽ ἀγορεύοντες λόγον;

Ἠλέκτρα

σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.

Αὐτουργός

355οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.

Ἠλέκτρα

ἴσασιν, οὐδὲν τῶνδ᾽ ἔχουσιν ἐνδεές.

Αὐτουργός

οὐκοῦν πάλαι χρῆν τοῖσδ᾽ ἀνεπτύχθαι πύλας;
χωρεῖτ᾽ ἐς οἴκους: ἀντὶ γὰρ χρηστῶν λόγων
ξενίων κυρήσεθ᾽, οἷ᾽ ἐμὸς κεύθει δόμος.
360αἴρεσθ᾽, ὀπαδοί, τῶνδ᾽ ἔσω τεύχη δόμων.
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
μολόντες ἀνδρός: καὶ γὰρ εἰ πένης ἔφυν,
οὔτοι τό γ᾽ ἦθος δυσγενὲς παρέξομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: