previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
90Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος:
Λητὼ δ᾽ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
ὠδίνεσσι πέπαρτο. θεαὶ δ᾽ ἔσαν ἔνδοθι πᾶσαι,
ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
95 ἄλλαι τ᾽ ἀθάναται νόσφιν λευκωλένου Ἥρης:
ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο:
μούνη δ᾽ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια:
ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
Ἥρης φραδμοσύνης λευκωλένου, μιν ἔρυκε
100ζηλοσύνῃ, ὅτ᾽ ἄρ᾽ υἱὸν ἀμύμονά τε κρατερόν τε
Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ᾽ ἔμελλεν.
αἳ δ᾽ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν:
105νόσφιν δ᾽ ἤνωγον καλέειν λευκωλένου Ἥρης,
νή μιν ἔπειτ᾽ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
110αὐτίκ᾽ ἄρ᾽ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε
ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
πάντα μάλ᾽, ὡς ἐπέτελλον Ὀλύμπια δώματ᾽ ἔχουσαι.
τῇ δ᾽ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι:
βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ᾽ ὁμοῖαι.
115εὖτ᾽ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ᾽ ἔρεισε
λειμῶνι μαλακῷ: μείδησε δὲ γαῖ᾽ ὑπένερθεν:
ἐκ δ᾽ ἔθορε πρὸ φόωσδε: θεαὶ δ᾽ ὀλόλυξαν ἅπασαι.


120ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ᾽ ἐν φάρεϊ λευκῷ,
λεπτῷ, νηγατέῳ: περὶ δὲ χρύσεον στρόφον ἧκαν.
οὐδ᾽ ἄρ᾽ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
125ἀθανάτῃσιν χερσὶν ἐπήρξατο: χαῖρε δὲ Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γ᾽ ἔπειτ᾽ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδ᾽ ἔτι δέσματ᾽ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
130αὐτίκα δ᾽ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων: ‘’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Hugh G. Evelyn-White)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: