This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[627]
ἀλλὰ φθέγγεσθαί τι
τετόλμηκεν ὁ πατροκτόνος καὶ πάλιν δόλοις τὴν ἀλήθειαν ἐπικαλύψειν
ἐλπίζει. Οὔαρε, σοὶ φυλακτέον: ἐγὼ γὰρ οἶδα τὸ θηρίον
καὶ προορῶμαι τὴν μέλλουσαν ἀξιοπιστίαν καὶ τὸν ἐπίπλαστον
ὀλοφυρμόν: οὗτός ἐστιν ὁ παραινῶν ἐμοί ποτε φυλάττεσθαι ζῶντα
Ἀλέξανδρον καὶ μὴ πᾶσιν πιστεύειν τὸ σῶμα: οὗτος ὁ μέχρι τῆς
κοίτης εἰσάγων καὶ μή μέ τις ἐνεδρεύοι περιβλέπων: οὗτος ὁ ταμίας
τῶν ὕπνων καὶ χορηγὸς τῆς ἀμεριμνίας, ὁ παραμυθούμενος
τὴν ἐπὶ τοῖς ἀνῃρημένοις λύπην καὶ διακρίνων τὴν τῶν ζώντων
εὔνοιαν ἀδελφῶν, ὁ ὑπερασπιστὴς ὁ ἐμός, ὁ σωματοφύλαξ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.