Nemean 4
ΤΙΜΑΣΑΡΧΩι ΑΙΓΙΝΗΤΗι
ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι
ἄριστος εὐφροσύνα πόνων κεκριμένων
ἰατρός: αἱ δὲ σοφαὶ
Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.
οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει
5γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.
[10] ῥῆμα δ᾽ ἑργμάτων χρονιώτερον βιοτεύει,
ὅ τι κε σὺν Χαρίτων τύχᾳ
γλῶσσα φρενὸς ἐξέλοι βαθείας.
τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ
10Τιμασάρχου τε πάλᾳ
ὕμνου προκώμιον εἴη: δέξαιτο δ᾽ Αἰακιδᾶν
[20] ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν
φέγγος. εἰ δ᾽ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων
15θαμά κε, τῷδε μέλει κλιθείς,
υἱὸν κελάδησε καλλίνικον
Κλεωναίου τ᾽ ἀπ᾽ ἀγῶνος ὅρμον στεφάνων
πέμψαντα καὶ λιπαρᾶν
[30] εὐωνύμων ἀπ᾽ Ἀθανᾶν, Θήβαις τ᾽ ἐν ἑπταπύλοις,
20οὕνεκ᾽ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον
Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
ξένιον ἄστυ κατέδρακεν
Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
25 [40] σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν
πόρθησε καὶ Μέροπας
καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
ἥρωάς τ᾽ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
30 [50] δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη
λόγον ὁ μὴ συνιείς: ἐπεὶ
‘ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.’
τὰ μακρὰ δ᾽ ἐξενέπειν ἐρύκει με τεθμὸς
ὧραί τ᾽ ἐπειγόμεναι:
35ἴϋγγι δ᾽ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
[60] μέσσον, ἀντίτειν᾽ ἐπιβουλίᾳ: σφόδρα δόξομεν
δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν:
φθονερὰ δ᾽ ἄλλος ἀνὴρ βλέπων
40γνώμαν κενεὰν σκότῳ κυλίνδει
χαμαὶ πετοῖσαν: ἐμοὶ δ᾽ ὁποίαν ἀρετὰν
ἔδωκε πότμος ἄναξ,
[70] εὖ οἶδ᾽ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
ἐξύφαινε, γλυκεῖα, καὶ τόδ᾽ αὐτίκα, φόρμιγξ,
45Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
ὁ Τελαμωνιάδας: ἀτὰρ
Αἴας Σαλαμῖν᾽ ἔχει πατρῴαν:
[80] ἐν δ᾽ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς
50νᾶσον: Θέτις δὲ κρατεῖ
Φθίᾳ: Νεοπτόλεμος δ᾽ Ἀπείρῳ διαπρυσίᾳ,
βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν
55 [90] πολεμίᾳ χερὶ προστραπὼν
Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
τέχναισι χρησάμενος:
τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον
60ἐκ λόχου, Πελίαο παῖς: ἄλαλκε δὲ Χείρων,
[100] καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν:
πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
ὄνυχας ὀξυτάτους ἀκμὰν
τε δεινοτάτων σχάσαις ὀδόντων
65ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
εἶδεν δ᾽ εὔκυκλον ἕδραν,
τᾶς οὐρανοῦ βασιλῆες πόντου τ᾽ ἐφεζόμενοι
[110] δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν: ἀπότρεπε
70αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός:
ἄπορα γὰρ λόγον Αἰακοῦ
παίδων τὸν ἅπαντά μοι διελθεῖν.
Θεανδρίδαισι δ᾽ ἀεξιγυίων ἀέθλων
[120] κάρυξ ἑτοῖμος ἔβαν
75Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,
ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
οὐ νέοντ᾽ ἄνευ στεφάνων, πάτραν ἵν᾽ ἀκούομεν,
Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς
πρόπολον ἔμμεναι. εἰ δέ τοι
80 [130] μάτρῳ μ᾽ ἔτι Καλλικλεῖ κελεύεις
στάλαν θέμεν Παρίου λίθου λευκοτέραν:
ὁ χρυσὸς ἑψόμενος
αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
85φῶτα: κεῖνος ἀμφ᾽ Ἀχέροντι ναιετάων ἐμὰν
[140] γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα
ἵν᾽ ἐν ἀγῶνι βαρυκτύπου
θάλησε Κορινθίοις σελίνοις:
τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
90σὸς ἄεισέν ποτε, παῖ.
ἄλλοισι δ᾽ ἅλικες ἄλλοι: τὰ δ᾽ αὐτὸς ἄν τις ἴδῃ,
[150] ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.
οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,
ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,
95μαλακὰ μὲν φρονέων ἐσλοῖς,
τραχὺς δὲ παλιγκότοις ἔφεδρος.