[71δ]
ἐκ τοῦ ἐγρηγορέναι τὸ καθεύδειν, καὶ τὰς γενέσεις αὐτοῖν τὴν μὲν καταδαρθάνειν εἶναι, τὴν δ᾽ ἀνεγείρεσθαι. ἱκανῶς σοι, ἔφη, ἢ οὔ;πάνυ μὲν οὖν.λέγε δή μοι καὶ σύ, ἔφη, οὕτω περὶ ζωῆς καὶ θανάτου. οὐκ ἐναντίον μὲν φῂς τῷ ζῆν τὸ τεθνάναι εἶναι;ἔγωγε.γίγνεσθαι δὲ ἐξ ἀλλήλων;ναί.ἐξ οὖν τοῦ ζῶντος τί τὸ γιγνόμενον;τὸ τεθνηκός, ἔφη.τί δέ, ἦ δ᾽ ὅς, ἐκ τοῦ τεθνεῶτος;ἀναγκαῖον, ἔφη, ὁμολογεῖν ὅτι τὸ ζῶν.ἐκ τῶν τεθνεώτων ἄρα, ὦ Κέβης, τὰ ζῶντά τε καὶ οἱ ζῶντες γίγνονται;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.