[104ξ]
ἀπολλύμενα ἢ ὑπεκχωροῦντα. ἢ οὐ φήσομεν τὰ τρία καὶ ἀπολεῖσθαι πρότερον καὶ ἄλλο ὁτιοῦν πείσεσθαι, πρὶν ὑπομεῖναι ἔτι τρία ὄντα ἄρτια γενέσθαι;πάνυ μὲν οὖν, ἔφη ὁ Κέβης.οὐδὲ μήν, ἦ δ᾽ ὅς, ἐναντίον γέ ἐστι δυὰς τριάδι.οὐ γὰρ οὖν.οὐκ ἄρα μόνον τὰ εἴδη τὰ ἐναντία οὐχ ὑπομένει ἐπιόντα ἄλληλα, ἀλλὰ καὶ ἄλλ᾽ ἄττα τὰ ἐναντία οὐχ ὑπομένει ἐπιόντα.ἀληθέστατα, ἔφη, λέγεις.βούλει οὖν, ἦ δ᾽ ὅς, ἐὰν οἷοί τ᾽ ὦμεν, ὁρισώμεθα ὁποῖα ταῦτά ἐστιν;πάνυ γε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.