[79β]
φέρε δή, ἦ δ᾽ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή;οὐδὲν ἄλλο, ἔφη.ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα;παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι τῷ ὁρατῷ.τί δὲ ἡ ψυχή; ὁρατὸν ἢ ἀιδές;οὐχ ὑπ᾽ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη.ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν: ἢ ἄλλῃ τινὶ οἴει;τῇ τῶν ἀνθρώπων.τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι;οὐχ ὁρατόν.ἀιδὲς ἄρα;ναί.ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστιν τῷ ἀιδεῖ, τὸ δὲ τῷ ὁρατῷ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.