[197α]
Σωκράτης
οὐδένα ὤν γε ὃς εἰμί, εἰ μέντοι ἦ ἀντιλογικός: οἷος ἀνὴρ εἰ καὶ νῦν παρῆν, τούτων τ᾽ ἂν ἔφη ἀπέχεσθαι καὶ ἡμῖν σφόδρ᾽ ἂν ἃ ἐγὼ λέγω ἐπέπληττεν. ἐπειδὴ οὖν ἐσμεν φαῦλοι, βούλει τολμήσω εἰπεῖν οἷόν ἐστι τὸ ἐπίστασθαι; φαίνεται γάρ μοι προὔργου τι ἂν γενέσθαι.Θεαίτητος
τόλμα τοίνυν νὴ Δία. τούτων δὲ μὴ ἀπεχομένῳ σοι ἔσται πολλὴ συγγνώμη.Σωκράτης
ἀκήκοας οὖν ὃ νῦν λέγουσιν τὸ ἐπίστασθαι;Θεαίτητος
ἴσως: οὐ μέντοι ἔν γε τῷ παρόντι μνημονεύω.