[469α]
Πῶλος
ὁπότερ᾽ ἂν ποιῇ, οὐκ ἀμφοτέρως ζηλωτόν ἐστιν;Σωκράτης
εὐφήμει, ὦ Πῶλε.Πῶλος
τί δή;Σωκράτης
ὅτι οὐ χρὴ οὔτε τοὺς ἀζηλώτους ζηλοῦν οὔτε τοὺς ἀθλίους, ἀλλ᾽ ἐλεεῖν.Πῶλος
τί δέ; οὕτω σοι δοκεῖ ἔχειν περὶ ὧν ἐγὼ λέγω τῶν ἀνθρώπων;Σωκράτης
πῶς γὰρ οὔ;Πῶλος
ὅστις οὖν ἀποκτείνυσιν ὃν ἂν δόξῃ αὐτῷ, δικαίως ἀποκτεινύς, ἄθλιος δοκεῖ σοι εἶναι καὶ ἐλεινός;Σωκράτης
οὐκ ἔμοιγε, οὐδὲ μέντοι ζηλωτός.Πῶλος
οὐκ ἄρτι ἄθλιον ἔφησθα εἶναι;