previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


24.

ταῦτα μὲν δὴ, ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει δὲ μὴ, μηδὲ ἄλλως ἕλκος ἐγένετο.

οἷσι δὲ τὰ ὀστέα

κατέηγεν ἁπλῷ τῷ τρόπῳ, καὶ μὴ πουλυσχιδεῖ, ἐξέσχε δὲ, αὐθήμερα ἐμβληθέντα, τῇ ὑστεραίῃ, καὶ κατὰ χώρην ἱζόμενα, καὶ μὴ ἐπίδοξος ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι, καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα τὰ κατεηγότα οὐκ ἐξίσχει, οὐδ᾽ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων εἶναι ἐπιδόξους ἀναπλῶσαι, τοὺς τοιούτους οἱ μὲν μήτε μέγα

ἀγαθὸν, μήτε μέγα κακὸν ποιέοντες, ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι, πισσηρὴν ἐπιθέντες, ἔναιμον, ἄλλο τι ὧν εἰώθασι ποιέειν: ἐπάνω δὲ τοὺς οἰνηροὺς σπλῆνας εἴρια Ρ῾υπαρὰ ἐπιδέουσιν, ἄλλο τι τοιοῦτον.

ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται, καὶ ἤδη ξυμφύηται, τότε τοῖσιν ὀθονίοισί συχνοῖσι πειρῶνται ἐπιδεῖν, καὶ νάρθηξι κατορθοῦν.

αὕτη μὲν ἴησις ἀγαθόν τι ποιέει, κακὸν δὲ οὐ μέγα.

τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ ὀστέα τοῦ καιροῦ ταύτῃ γίνεται: γένοιτο δ᾽ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν πήχεος, κνήμης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: