Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν δὲ δημοσίων πράξεων καιρὸς ἦν ἐκεῖνος τότε καθ᾽ ὃν Περσεῖ τῷ Μακεδόνων βασιλεῖ πολεμοῦντες ἐν αἰτίαις τοὺς στρατηγοὺς εἶχον, ὡς δι᾽ ἀπειρίαν καὶ ἀτολμίαν αἰσχρῶς καὶ καταγελάστως τοῖς πράγμασι χρωμένους καὶ πάσχοντας κακῶς μᾶλλον ἢ ποιοῦντας.
[2]
ἄρτι μὲν
γὰρ Ἀντίοχον τὸν ἐπικληθέντα μέγαν εἴξαντα
τῆς ἄλλης Ἀσίας ὑπὲρ τὸν Ταῦρον ἐκβαλόντες
καὶ κατακλείσαντες εἰς Συρίαν, ἐπὶ μυρίοις καὶ
πεντακισχιλίοις ταλάντοις ἀγαπήσαντα τὰς διαλύσεις,
ὀλίγῳ δὲ πρόσθεν ἐν Θεσσαλίᾳ συντρίψαντες
Φίλιππον καὶ τοὺς Ἕλληνας ἀπὸ
Μακεδόνων ἐλευθερώσαντες, ᾧ τε βασιλεὺς οὐδεὶς
παραβλητὸς εἰς τόλμαν ἢ δύναμιν, Ἀννίβαν καταπολεμήσαντες,
[3]
οὐκ ἀνεκτὸν ἡγοῦντο Περσεῖ καθάπερ ἀντιπάλῳ τῆς Ῥώμης ἴσον φερόμενοι συμπεπλέχθαι, πολὺν ἤδη χρόνον ἀπὸ τῶν λειψάνων τῆς πατρῴας ἥττης πολεμοῦντι πρὸς αὐτούς,
ἀγνοοῦντες ὅτι πολλῷ τὴν Μακεδόνων
[p. 372]
δύναμιν ἡττηθεὶς Φίλιππος ἐρρωμενεστέραν καὶ μαχιμωτέραν ἐποίησε. περὶ ὧν δίειμι βραχέως ἄνωθεν ἀρξάμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.