Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὸ δεῖ τῇ φιληκοΐᾳ πρὸς τὴν φιλοδοξίαν σπεισάμενον ἀκροᾶσθαι τοῦ λέγοντος ἵλεων καὶ πρᾶον, ὥσπερ ἐφ᾽ ἑστίασιν ἱερὰν καὶ θυσίας ἀπαρχὴν παρειλημμένον, ἐπαινοῦντα μὲν ἐν 1 οἷς ἐπιτυγχάνει τὴν δύναμιν, ἀγαπῶντα δὲ τὴν προθυμίαν αὐτὴν τοῦ φέροντος εἰς μέσον ἃ γιγνώσκει καὶ πείθοντος ἑτέρους δι᾽ ὧν αὐτὸς πέπεισται. τοῖς μὲν οὖν κατορθουμένοις ἐπιλογιστέον ὡς οὐκ ἀπὸ τύχης οὐδ᾽ αὐτομάτως ἀλλ᾽ ἐπιμελείᾳ καὶ πόνῳ καὶ μαθήσει κατορθοῦνται, 2 καὶ μιμητέον γε ταῦτα θαυμάζοντὰς γε δὴ καὶ ζηλοῦντας τοῖς δ᾽ ἁμαρτανομένοις ἐφιστάναι χρὴ τὴν διάνοιαν, ὑφ᾽ ὧν αἰτιῶν καὶ ὅθεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.