Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φωκίων ὁ Ἀθηναῖος ὑπ᾽ οὐδενὸς οὔτε γελῶν ὤφθη οὔτε δακρύων.
ἐκκλησίας δὲ γενομένης πρὸς τὸν εἰπόντα, ‘σκεπτομένῳ, ὦ Φωκίων, ἔοικας,’ ‘ὀρθῶς,’ ἔφη, ‘τοπάζεις: σκέπτομαι γάρ εἴ τι δύναμαι περιελεῖν ὧν μέλλω λέγειν πρὸς Ἀθηναίους.’
μαντείας δὲ γενομένης Ἀθηναίοις, ὡς εἷς ἀνὴρ ἔστιν ἐν τῇ πόλει ταῖς πάντων ἐναντιούμενος γνώμαις, καὶ τῶν Ἀθηναίων ζητεῖν κελευόντων ὅστις ἐστὶ καὶ βοώντων, Φωκίων ἑαυτὸν ἔφησε τοῦτον εἶναι: μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν ὧν οἱ πολλοὶ πράττουσι καὶ λέγουσιν.