Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φυκτῆρας διαλίθους παρακομίζοντα καὶ Θηρικλείους, ‘ἐμοὶ μέν,’ εἶπεν, ‘ἡμέρας τριάκοντα1 καὶ τῇ πατρίδι, σαυτῷ δὲ τὸν βίον ἅπαντα τοιοῦτος ὢν ἄχρηστον πεποίηκας σεαυτόν.’
ἑτέρου δὲ θυρεὸν ἐπιδείξαντος εὖ κεκοσμημένον, ‘ὁ μὲν θυρεός,’ εἶπεν, ‘ὦ νεανία, καλός, πρέπει δὲ Ῥωμαῖον ἄνδρα μᾶλλον ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν ἢ τῇ ἀριστερᾷ.’
τοῦ δὲ τὸν χάρακα ἄραντος σφόδρα πιέζεσθαι φάσκοντος, ‘εἰκότως,’ ἔφη: ‘τῷ γὰρ ξύλῳ τούτῳ μᾶλλον ἢ τῇ μαχαίρᾳ πιστεύεις.’ [p. 196]
ὁρῶν δὲ τὴν ἀπόνοιαν τῶν πολεμίων ἔλεγεν ὠνεῖσθαι τοῦ χρόνου τὴν ἀσφάλειαν τὸν γὰρ ἀγαθὸν στρατηγὸν ὥσπερ ἰατρὸν ἐσχάτης δεῖσθαι