Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ λιμῶν: ἐν Ἀσπασίοις ἐτοξεύθην τὸν ὦμον, ἐν δὲ Γανδρίδαις τὸ σκέλος: ἐν Μαλλοῖς βέλει μὲν ἀπὸ τόξου τὸ στέρνον ἐνερεισθέντι καὶ καταδύσαντι τὸν σίδηρον, ὑπέρον δὲ πληγῇ παρὰ τὸν τράχηλον, ὅτε προστεθεῖσαι τοῖς τείχεσιν αἱ κλίμακες ἐκλάσθησαν: ἐμὲ δ᾽ ἡ Τύχη μόνον συνεῖρξεν οὐδὲ λαμπροῖς ἀνταγωνισταῖς, ἀλλὰ βαρβάροις ἀσήμοις χαριζομένη τηλικοῦτον ἔργον: εἰ δὲ μὴ Πτολεμαῖος ὑπερέσχε τὴν πέλτην, Λιμναῖος δὲ πρὸ ἐμοῦ μυρίοις ἀπαντήσας βέλεσιν ἔπεσεν, ἤρειψαν δὲ θυμῷ καὶ βίᾳ Μακεδόνες τὸ τεῖχος, ἔδει τάφον Ἀλεξάνδρου τὴν βάρβαρον ἐκείνην καὶ ἀνώνυμον κώμην γενέσθαι.’