Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔτη: εἶτα τὴν 1 οὕτω μακρὰν καὶ συμβεβιωκυῖαν 2 ἡσυχίαν ἀποθέμενον ἐμβαλεῖν ἑαυτὸν εἰς ἀγῶνας καὶ ἀσχολίας, ἀήθη καὶ ἀγύμναστον ὄντα καὶ μήτε πράγμασιν ἐνωμιληκότα πολιτικοῖς μήτ᾽ ἀνθρώποις, ἴσως ἂν αἰτιωμένῳ τινὶ παράσχοι τὸ τῆς Πυθίας [p. 24] εἰπεῖν ‘ὄψ᾽ 3 ἦλθες’ ἀρχὴν καὶ δημαγωγίαν διζήμενος, καὶ παρ᾽ ὥραν στρατηγίου κόπτεις θύραν, ὥσπερ τις ἀτεχνότερος 4 ὢν νύκτωρ ἐπίκωμος ἀφιγμένος, ἢ ξένος οὐ τόπον οὐδὲ χώραν ἀλλὰ βίον, οὗ μὴ 5 πεπείρασαι, μεταλλάττων 6. τὸ γάρ ‘ πόλις ἄνδρα διδάσκει’ 7 κατὰ Σιμωνίδην ἀληθές ἐστιν ἐπὶ τῶν ἔτι χρόνον ἐχόντων μεταδιδαχθῆναι καὶ μεταμαθεῖν μάθημα, διὰ πολλῶν ἀγώνων καὶ πραγμάτων μόλις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.