Κροῖσος
νὴ Δί᾽: οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον.
Σόλων
οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς;
Σόλων
πολλήν
μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ
οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ 'χρυσίον δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι.
Κροῖσος
ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χ;χρυσὸς ὅσος παρ᾽ ἡμῖν;
Σόλων
εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ;
Σόλων
τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε.
Κροῖσος
πῶς ἀμείνων ὁ σίδηρος χρυσίου;
Σόλων
ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν.
Σόλων
πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν;
Σόλων
ἆρ᾽ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ,
ἢ ὁ σίδηρος ἀναγκαῖος τότε;
Σόλων
καὶ
εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος.
Σόλων
μὴ γένοιτο μὲν οὕτω ταῦτα: φαίνῃ δ᾽ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν.
Κροῖσος
οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν;
[p. 424]
Σόλων
οὐδὲ
σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλ᾽ ἤν, τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ
Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν.
Κροῖσος
ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς.