Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
οὐ φέρει ὁ Λυδός,
ὦ Χάρων,
τὴν παρρησίαν καὶ τὴν ἀλήθειαν τῶν λόγων,
ἀλλὰ ξένον αὐτῷ δοκεῖ τὸ πρᾶγμα,
πένης ἄνθρωπος οὐχ ὑποπτήσσων,
τὸ δὲ παριστάμενον ἐλευθέρως λέγων.
μεμνήσεται δ᾽ οὖν μικρὸν ὕστερον τοῦ Σόλωνος,
ὅταν αὐτὸν δέῃ ἁλόντα ἐπὶ τὴν πυρὰν ὑπὸ τοῦ Κύρου ἀναχθῆναι:
ἤκουσα γὰρ τῆς Κλωθοῦς πρῴην ἀναγινωσκούσης τὰ ἑκάστῳ ἐπικεκλωσμένα,
ἐν οἷς καὶ ταῦτα ἐγέγραπτο,
Κροῖσον μὲν ἁλῶναι ὑπὸ Κύρου,
Κῦρον δὲ αὐτὸν ὑπ᾽ ἐκεινησὶ τῆς Μασσαγέτιδος ἀποθανεῖν.
ὁρᾷς τὴν Σκυθίδα,
τὴν ἐπὶ τοῦ ἵππου τούτου τοῦ λευκοῦ ἐξελαύνουσαν;
Χάρων
νὴ Δία.
Ἑρμῆς
Τόμυρις ἐκείνη ἐστί, καὶ τὴν κεφαλήν γε
ἀποτεμοῦσα τοῦ Κύρου αὕτη ἐς ἀσκὸν ἐμβαλεῖ πλήρη αἵματος. ὁρᾷς δὲ καὶ τὸν υἱὸν αὐτοῦ τὸν νεανίσκον; Καμβύσης ἐκεῖνός ἐστιν οὗτος βασιλεύσει μετὰ τὸν πατέρα καὶ μυρία σφαλεὶς ἒν
[p. 426]
τε Λιβύῃ καὶ Αἰθιοπίᾳ τὸ τελευταῖον μανεὶς ἀποθανεῖται ἀποκτείνας τὸν Ἆπιν.
Χάρων
ὢ πολλοῦ γέλωτος. ἀλλὰ νῦν τίς ἂν αὐτοὺς
προσβλέψειεν οὕτως ὑπερφρονοῦντας τῶν ἄλλων;
ἢ τίς ἂν πιστεύσειεν ὡς μετ᾽ ὀλίγον οὗτος μὲν αἰχμάλωτος ἔσται, οὗτος δὲ τὴν κεφαλὴν ἕξει ἐν