Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ δὴ τὸ χωρίον σοι, φαίη τις
ἄν, ἀκριβῶς ἀνακεκάθαρται καὶ αἵ τε ἄκανθαι, ὁπόσαι
ἦσαν, καὶ βάτοι ἐκκεκομμέναι εἰσί, τὰ δὲ τῶν ἄλλων
ἐρείπια ἤδη ἐκπεφόρηται, καὶ εἴ τι τραχύ, ἤδη καὶ τοῦτο
[p. 20]
λεῖόν ἐστιν. ὥστε οἰκοδόμει τι ἤδη καὶ αὐτός, ὡς δείξῃς
οὐκ ἀνατρέψαι μόνον τὸ τῶν ἄλλων γεννάδας ὤν, ἀλλά
τι καὶ αὐτὸς ἐπινοῆσαι δεξιὸν καὶ ὃ οὐδεὶς ἄν, ἀλλ᾽ οὐδ᾽
ὁ Μῶμος μωμήσασθαι δύναιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.