Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
τῷ Θασίῳ ἢ Πολυδάμαντι τῷ Σκοτουσσαίῳ ἀντίπαλον,
ἀλλὰ τὴν δοθεῖσαν ὑπόθεσιν εὐφυᾶ πρὸς ὑποδοχὴν τῆς
γυμναστικῆς παρὰ πολὺ ἀμείνω ἀποφαίνειν μετὰ τῆς
τέχνης. ὥστε ἀπέστω καὶ ἡμῶν τὸ ἐπίφθονον τοῦτο τῆς
ὑποσχέσεως, εἰ τέχνην φαμὲν ἐφ᾽ οὕτω μεγάλῳ καὶ χαλεπῷ
τῷ πράγματι εὑρηκέναι: οὐ γὰρ ὁντινοῦν παραλαβόντες
ἀποφαίνειν συγγραφέα φαμέν, ἀλλὰ τῷ φύσει
συνετῷ καὶ ἄριστα πρὸς λόγους ἠσκημένῳ ὑποδείξειν
[p. 21]
ὁδους τινας ὀρθάς, εἰ δὴ τοιαῦται φαίνονται, αἷς χρώμενος
θᾶττον ἂν καὶ εὐμαρέστερον τελέσειεν ἄχρι πρὸς
τὸν σκοπόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.