Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
τὰ τοιαῦτα, ἅπερ μικρὸν ὕστερον ἐπιδείξομεν. οἵ
δὲ οἴονται καλῶς διαιρεῖν ἐς δύο τὴν ἱστορίαν, εἰς τὸ
τερπνὸν καὶ χρήσιμον, καὶ διὰ τοῦτο εἰσποιοῦσι καὶ τὸ
ἐγκώμιον ἐς αὐτὴν ὡς τερπνὸν καὶ εὐφραῖνον τοὺς ἐντυγχάνοντας,
ὁρᾷς ὅσον τἀληθοῦς ἡμαρτήκασι; πρῶτον
μὲν κιβδήλῳ τῇ διαιρέσει χρώμενοι: ἓν γὰρ ἔργον ἱστορίας
καὶ τέλος, τὸ χρήσιμον, ὅπερ ἐκ τοῦ ἀληθοῦς μόνου
συνάγεται. τὸ τερπνὸν δὲ ἄμεινον μὲν εἰ καὶ αὐτὸ παρακολουθήσειεν,
ὥσπερ καὶ κάλλος ἀθλητῇ, εἰ δὲ μή, οὐδὲν
κωλύσει ἀφ᾽ Ἡρακλέους γενέσθαι καὶ Νικόστρατον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.