previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. ὁσάκις ἂν συνενεχθῶσι, διαφέρουσι. περὶ μὲν οὖν τοῦ τε γένους καὶ τῆς χώρας τῆς τε ἰδιότητος τῶν ἐπιτηδευμάτων αὐτῶν πολλοῖς τε εἴρηται καὶ ἐγὼ οὐκ ἐν γνώμῃ ποιοῦμαι συγγράψαι: τῇ δὲ δὴ ὁπλίσει καὶ τῇ τῶν πολέμων διαχειρίσει ῾τούτων γὰρ ἐξετασμὸς τῷδε τῷ λόγῳ, ὅτι καὶ ἐς χρείαν αὐτῶν ἀφικνεῖται, προσήκεἰ τοιᾷδε χρῶνται. [2] ἀσπίδι μὲν οὐδὲν νομίζουσιν, ἱπποτοξόται δὲ καὶ κοντοφόροι, 1 τὰ πολλὰ κατάφρακτοι, στρατεύονται. πεζοί τε ὀλίγοι μὲν καὶ οἱ ἀσθενέστεροι, τοξόται δ᾽ οὖν καὶ ἐκεῖνοι πάντες εἰσίν. ἔκ τε γὰρ παίδων ἀσκοῦνται, καὶ οὐρανὸς τε [3] χώρα αὐτοῖς συναίρεται πρὸς ἀμφότερα. αὕτη τε γὰρ πεδιὰς ὡς πλήθει οὖσα ἀρίστη 2 τε ἵππους τρέφειν ἐστὶ καὶ ἐπιτηδειοτάτη καθιππεύεσθαι: ἀγέλας γοῦν ὅλας καὶ ἐν τοῖς πολέμοις, ὥστ᾽ ἄλλοτε ἄλλοις ἵπποις χρῆσθαι καὶ πόρρωθέν τε ἐξαπιναίως ἐπελαύνειν καὶ μακράν ποι ἐξ αἰφνιδίου [4] ἀποχωρεῖν, ἐπάγονται: καὶ 3 οὐρανὸς ὑπὲρ αὐτῶν, ξηρότατός τε ὢν καὶ ἰκμάδα οὐδὲ ἐλαχίστην ἔχων, ἐντονωτάτας 4 σφίσι τὰς τοξείας πλὴν τοῦ πάνυ χειμῶνος παρέχεται. καὶ διὰ τοῦτο τὴν ὥραν ἐκείνην οὐδαμῇ στρατεύονται. τῷ δὲ δὴ λοιπῷ ἔτει δυσμαχώτατοι ἔν τε τῇ σφετέρᾳ καὶ [5] ἐν τῇ ὁμοιοτρόπῳ εἰσί: τόν τε γὰρ ἥλιον φλογωδέστατον ὄντα ἀνέχονται τῇ συνηθείᾳ, καὶ τῆς ὀλιγότητος τῆς τε δυσχερείας τοῦ ποτοῦ πολλὰ ἀλεξιφάρμακα ἀνευρήκασιν, ὥστε καὶ ἐκ τούτου μὴ χαλεπῶς τοὺς ἐς τὴν χώραν αὐτῶν [p. 428] ἐσβάλλοντας ἀμύνεσθαι. ἔξω γὰρ ἐκείνης ὑπὲρ τὸν Εὐφράτην μάχαις μέν τισι καὶ καταδρομαῖς [6] αἰφνιδίοις ἤδη ποτὲ ἴσχυσάν τι, πολεμῆσαι δέ τισιν ἀπαυστὶ καὶ 5 διαρκῶς οὐ δύνανται, καὶ ἐς ἀλλοτριωτάτην σφίσι καὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ κατάστασιν ἀπαρτῶντες, 6 καὶ μήτε σίτου μήτε μισθοφορᾶς παρασκευὴν 7 ποιούμενοι.

1 kontofo/roi Val., a)kontofo/roi L.

2 a)ri/sth Bk., r(ai/sth L.

3 o( added by R. Steph.

4 e)ntonwta/tas Reim. from Xiph., e)ntonw/tata L.

5 a)pausti\ kai\ Rk., a)pauti/ka L.

6 a)partw=ntes Bk., a)partw=ntai L.

7 misqofora=s paraskeuh\n Reim., misqofo/ra skeu/h L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: