previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. τάχιστα μεταστῆναι. ἀκούσαντες δὲ ταῦτα οἱ Ῥωμαῖοι ἐπείσθησαν, ἄλλως τε καὶ ὅτι εὐηργέτητο πολλὰ ὑπὸ τοῦ Καίσαρος καὶ χάριν αὐτῷ ταύτην ἀντιδιδόναι 1 ἐδόκει. συσκευασάμενοί τε [p. 414] σπουδῇ εὐθὺς ἀφ᾽ ἑσπέρας ἀφώρμησαν, καὶ ἐμπεσόντες ἐς τὰ λελοχισμένα δεινῶς ἐσφάλησαν: [2] τε γὰρ Κόττας παραχρῆμα μετὰ πολλῶν ἀπώλετο, καὶ τὸν Σαβῖνον Ἀμβιόριξ μετεπέμψατο μὲν ὡς καὶ σώσων ῾οὔτε γὰρ τοῖς γιγνομένοις παρῆν, καὶ πιστὸς αὐτῷ καὶ τότε ἔτ᾽ ἐδόκει εἶναἰ, συλλαβὼν δὲ δή, καὶ ἀποδύσας καὶ τὰ ὅπλα καὶ τὴν ἐσθῆτα, κατηκόντισεν, ἐπιλέγων ἄλλα τε καὶ ὅτι τοιοίδε μέντοι ὄντες πῶς τηλικούτων ἡμῶν [3] ὄντων ἄρχειν ἐθέλετε ; οὗτοι μὲν δὴ ταῦτ᾽ ἔπαθον: οἱ δὲ λοιποὶ διέπεσον μὲν ἐς τὸ τάφρευμα ὅθεν ἀπανειστήκεσαν, 2 ἐπεὶ δὲ οἵ τε βάρβαροι καὶ ἐκεῖ προσέμιξαν καὶ οὔτ᾽ ἀμύνασθαι αὐτοὺς οὔτε διαφυγεῖν ἠδυνήθησαν, ἀλλήλους ἀπέκτειναν.

1 tau/thn a)ntidido/nai v. Hers., tau/thn a)ntapodido/nai Naber, ta\ u(penanti/a dido/nai L.

2 a)paneisth/kesan Dind., a)panesth/kesan L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: