Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φημὶ τοίνυν αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ
γένη κρίνοντας,
ὥσπερ τοὺς ἱερέας,
οὐδὲ κατ̓
οὐσίας,
ὡς τοὺς γυμνασιάρχους,
ἀλλὰ σώφρονα,
ἐγκρατῆ,
νήπτην,
λιτόν,
διάπονον,
νοερόν,
ἀφιλάργυρον,
μήτε νέον μήτε πρεσβύτερον,
ἂν τύχῃ καὶ
πατέρα παίδων,
ἱκανὸν λέγειν,
ἔνδοξον.