previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λαβὼν δὴ τὴν κόμην Ἁβροκόμης καὶ σπαράξας τὴν ἐσθῆταφεῦ μοι τῶν κακῶνεἶπε, ‘τί πέπονθα δυστυχής; μέχρι νῦν ἀνδρικὸς Ἁβροκόμης, καταφρονῶν Ἔρωτος, τῷ θεῷ λοιδορούμενος ἑάλωκα καὶ νενίκημαι καὶ παρθένῳ δουλεύειν ἀναγκάζομαι, [p. 333] καὶ φαίνεταί τις ἤδη καλλίων ἐμοῦ καὶ θεὸν Ἔρωτα καλῶ. [2] πάντα ἄνανδρος ἐγὼ καὶ πονηρός: οὐ καρτερήσω νῦν; οὐ μενῶ γεννικός; οὐκ ἔσομαι καλλίων Ἔρωτος; [3] νῦν οὐδὲν ὄντα θεὸν νικῆσαί με δεῖ. Καλὴ παρθένος: τί δέ; τοῖς σοῖς ὀφθαλμοῖς, Ἁβροκόμη, εὔμορφος Ἄνθεια, ἀλλ̓, ἐὰν θέλῃς, οὐχὶ σοί. Δεδόχθω ταῦτα: οὐκ ἂν Ἔρως ποτέ μου κρατήσειε.’ [4] Ταῦτα ἔλεγε, καὶ θεὸς σφοδρότερος αὐτῷ ἐνέκειτο καὶ εἷλκεν ἀντιτείνοντα καὶ ὠδύνα μὴ θέλοντα. Οὐκέτι δὴ καρτερῶν, ῥίψας ἑαυτὸν εἰς γῆννενίκηκαςεἶπεν, ‘Ἔρως, μέγα σοι τρόπαιον ἐγήγερται καθ̓ Ἁβροκόμου τοῦ σώφρονος: [5] ἱκέτην ἔχεις. Σὺ δὲ σῶσον τὸν ἐπὶ σὲ καταπεφευγότα τὸν πάντων δεσπότην. Μή με περιίδῃς μηδὲ ἐπὶ πολὺ τιμωρήσῃ τὸν θρασύν. Ἄπειρος ὤν, Ἔρως, ἔτι τῶν σῶν ὑπερηφάνουν: ἀλλὰ νῦν Ἄνθειαν ἡμῖν ἀπόδος: γενοῦ μὴ πικρὸς μόνον ἀντιλέγοντι, ἀλλ̓ εὐεργέτης ἡττωμένῳ θεός.’ [5] Ταῦτα ἔλεγεν, δὲ Ἔρως ἔτι ὠργίζετο καὶ μεγάλην τῆς ὑπεροψίας ἐνενόει τιμωρίαν εἰσπράξασθαι τὸν Ἁβροκόμην. [6] Διέκειτο δὲ καὶ Ἄνθεια πονήρως: καὶ οὐκέτι φέρειν δυναμένη ἐπεγείρει ἑαυτήν, πειρωμένη τοὺς παρόντας λανθάνειν. ‘Τίφησὶν δυστυχὴς πέπονθα; παρθένος παῤ ἡλικίαν ἐρῶ καὶ ὀδυνῶμαι καινὰ καὶ κόρῃ μὴ πρέποντα. Ἐφ̓ Ἁβροκόμῃ μαίνομαι καλῷ μέν, ἀλλ̓ ὑπερηφάνῳ. [7] Καὶ τίς ἔσται τῆς ἐπιθυμίας ὅρος καὶ τί τὸ πέρας τοῦ κακοῦ; Σοβαρὸς οὗτος ἐρώμενος, παρθένος ἐγὼ φρουρουμένη: τίνα βοηθὸν λήψομαι; τίνι τἀμὰ κοινώσομαι; ποῦ δ̓ Ἁβροκόμην ὄψομαι;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: