Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
κατιδόντες οὖν τὰ πλοῖα
προσπλέοντα ἀπήντων πολλοὶ τῶν Μεγαρέων, αἵ
τε συναρχίαι καὶ οἱ ἄλλοι, θεώμενοι ὡς εἰκὸς
αἰχμαλώτους ἀγομένας ὡς πλείστας... καὶ μετ̓
ἐγχειριδίων ἀποβάντες τοὺς μὲν καταβαλεῖν, ὅσους
δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς
τὰ πλοῖα.