previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἱππόλυτος
γαῖα μῆτερ ἡλίου τ᾽ ἀναπτυχαί,
οἵων λόγων ἄρρητον εἰσήκουσ᾽ ὄπα.

Τροφός
σίγησον, παῖ, πρίν τιν᾽ αἰσθέσθαι βοῆς.

Ἱππόλυτος
οὐκ ἔστ᾽ ἀκούσας δείν᾽ ὅπως σιγήσομαι.

Τροφός
605ναί, πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.

Ἱππόλυτος
οὐ μὴ προσοίσεις χεῖρα μηδ᾽ ἅψῃ πέπλων;

Τροφός
πρός σε γονάτων, μηδαμῶς μ᾽ ἐξεργάσῃ.

Ἱππόλυτος
τί δ᾽, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;

Τροφός
μῦθος, παῖ, κοινὸς οὐδαμῶς ὅδε.

Ἱππόλυτος
610τά τοι κάλ᾽ ἐν πολλοῖσι κάλλιον λέγειν.

Τροφός
τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.

Ἱππόλυτος
γλῶσσ᾽ ὀμώμοχ᾽, δὲ φρὴν ἀνώμοτος.

Τροφός
παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;

Ἱππόλυτος
ἀπέπτυσ᾽: οὐδεὶς ἄδικός ἐστί μοι φίλος.

Τροφός
615σύγγνωθ᾽: ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.

Ἱππόλυτος

Ἱππόλυτος
Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
620ἀλλ᾽ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
χαλκὸν σίδηρον χρυσοῦ βάρος
παίδων πρίασθαι σπέρμα του τιμήματος,
τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
625[νῦν δ᾽ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν
μέλλοντες ὄλβον δωμάτων ἐκτίνομεν.]
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα:
προσθεὶς γὰρ σπείρας τε καὶ θρέψας πατὴρ
φερνὰς ἀπῴκισ᾽, ὡς ἀπαλλαχθῇ κακοῦ.
630 δ᾽ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
[ἔχει δ᾽ ἀνάγκην: ὥστε κηδεύσας καλῶς
635γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,
χρηστὰ λέκτρα πενθεροὺς δ᾽ ἀνωφελεῖς
λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.]

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: