previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεοκλύμενος

ποδαπὸς δ᾽ ὅδ᾽ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;

Ἑλένη

Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.

Θεοκλύμενος

θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;

Ἑλένη

οἰκτρόταθ᾽, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.

Θεοκλύμενος

1210ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;

Ἑλένη

Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.

Θεοκλύμενος

καὶ πῶς ὅδ᾽ οὐκ ὄλωλε κοινωνῶν πλάτης;

Ἑλένη

ἐσθλῶν κακίους ἐνίοτ᾽ εὐτυχέστεροι.

Θεοκλύμενος

λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;

Ἑλένη

1215ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.

Θεοκλύμενος

ὄλωλ᾽ ἐκεῖνος. ἦλθε δ᾽ ἐν ποίῳ σκάφει;

Ἑλένη

ναῦταί σφ᾽ ἀνείλοντ᾽ ἐντυχόντες, ὡς λέγει.

Θεοκλύμενος

ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;

Ἑλένη

νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρ᾽ οἴχεται.

Θεοκλύμενος

1220 Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην.

Ἑλένη

κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.

Θεοκλύμενος

πόσιν δ᾽ ἄθαπτον ἔλιπεν κρύπτει χθονί;

Ἑλένη

ἄθαπτον: οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.

Θεοκλύμενος

τῶνδ᾽ οὕνεκ᾽ ἔταμες βοστρύχους ξανθῆς κόμης:

Ἑλένη

1225φίλος γάρ ἐστιν, ὅς ποτ᾽ ἐστίν, ἐνθάδ᾽ ὤν.

Θεοκλύμενος

ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται

Ἑλένη

ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.

Θεοκλύμενος

οὐ δῆτα. πῶς οὖν; τόνδ᾽ ἔτ᾽ οἰκήσεις τάφον;

Ἑλένη

τί κερτομεῖς με, τὸν θανόντα δ᾽ οὐκ ἐᾷς;

Θεοκλύμενος

1230πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.

Ἑλένη

ἀλλ᾽ οὐκέτ᾽: ἤδη δ᾽ ἄρχε τῶν ἐμῶν γάμων.

Θεοκλύμενος

χρόνια μὲν ἦλθεν, ἀλλ᾽ ὅμως αἰνῶ τάδε.

Ἑλένη

οἶσθ᾽ οὖν δρᾶσον; τῶν πάρος λαθώμεθα.

Θεοκλύμενος

ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.

Ἑλένη

1235σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.

Θεοκλύμενος

μεθίημι νεῖκος τὸ σόν, ἴτω δ᾽ ὑπόπτερον.

Ἑλένη

πρός νύν σε γονάτων τῶνδ᾽, ἐπείπερ εἶ φίλος

Θεοκλύμενος

τί χρῆμα θηρῶσ᾽ ἱκέτις ὠρέχθης ἐμοῦ;

Ἑλένη

τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.

Θεοκλύμενος

1240τί δ᾽; ἔστ᾽ ἀπόντων τύμβος; θάψεις σκιάν;

Ἑλένη

Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ

Θεοκλύμενος

τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.

Ἑλένη

κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.

Θεοκλύμενος

κτέριζ᾽: ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.

Ἑλένη

1245οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.

Θεοκλύμενος

πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.

Ἑλένη

ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.

Θεοκλύμενος

τί σοι παράσχω δῆτα τῷ τεθνηκότι;

Ἑλένη

ὅδ᾽ οἶδ᾽, ἐγὼ δ᾽ ἄπειρος, εὐτυχοῦσα πρίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: