previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σπουδῆς δ᾽ ἄξια καὶ λόγου τὰ περὶ τὴν τῶν βιβλίων κατασκευήν, καὶ γὰρ πολλὰ καὶ γεγραμμένα καλῶς συνῆγεν, τε χρῆσις ἦν φιλοτιμοτέρα τῆς κτήσεως, ἀνειμένων πᾶσι τῶν βιβλιοθηκῶν, καὶ τῶν περὶ αὐτὰς περιπάτων καὶ σχολαστηρίων ἀκωλύτως ὑποδεχομένων τοὺς Ἕλληνας ὥσπερ εἰς Μουσῶν τι καταγώγιον ἐκεῖσε φοιτῶντας καὶ συνδιημερεύοντας ἀλλήλοις, ἀπὸ τῶν ἄλλων χρειῶν ἀσμένως ἀποτρέχοντας. [2] πολλάκις δὲ καὶ συνεσχόλαζεν αὐτὸς ἐμβάλλων εἰς τοὺς περιπάτους τοῖς φιλολόγοις καὶ τοῖς πολιτικοῖς συνέπραττεν ὅτου δέοιντο: καὶ ὅλως ἑστία καὶ πρυτανεῖον Ἑλληνικὸν οἶκος ἦν αὐτοῦ τοῖς ἀφικνουμένοις εἰς Ῥώμην. φιλοσοφίαν δὲ πᾶσαν μὲν ἠσπάζετο καὶ πρὸς πᾶσαν εὐμενὴς ἦν καὶ οἰκεῖος, ἴδιον δὲ τῆς Ἀκαδημείας ἐξ ἀρχῆς [p. 606] [3] ἔρωτα καὶ ζῆλον ἔσχεν, οὐ τῆς νέας λεγομένης, καίπερ ἀνθούσης τότε τοῖς Καρνεάδου λόγοις διὰ Φίλωνος, ἀλλὰ τῆς παλαιᾶς, πιθανὸν ἄνδρα καὶ δεινὸν εἰπεῖν τότε προστάτην ἐχούσης τὸν Ἀσκαλωνίτην Ἀντίοχον, ὃν πάσῃ σπουδῇ ποιησάμενος φίλον Λούκουλλος καὶ συμβιωτὴν ἀντέταττε τοῖς Φίλωνος ἀκροαταῖς, ὧν καὶ Κικέρων ἦν. [4] καὶ σύγγραμμά γε πάγκαλον ἐποίησεν εἰς τὴν αἵρεσιν, ἐν τὸν ὑπὲρ τῆς καταλήψεως λόγον Λουκούλλῳ περιτέθεικεν, αὑτῷ δὲ τὸν ἐναντίον. Λούκουλλος δ᾽ ἀναγέγραπται τὸ βιβλίον.

ἦσαν δ᾽, ὥσπερ εἴρηται, φίλοι σφόδρα καὶ κοινωνοὶ τῆς ἐν πολιτείᾳ προαιρέσεως: οὐδὲ γὰρ αὖ πάμπαν ἀπηλλάχει τῆς πολιτείας ἑαυτὸν Λούκουλλος, [5] ἀλλὰ τὴν ὑπὲρ τοῦ μέγιστος εἶναι καὶ πλεῖστον δύνασθαι φιλοτιμίαν καὶ ἅμιλλαν, ὡς οὔτε ἀκίνδυνον οὔτ᾽ ἀνύβριστον οὖσαν, εὐθὺς ἀφῆκε Κράσσῳ καὶ Κάτωνι: τούτους γὰρ οἱ τὴν Πομπηίου δύναμιν ὑφορώμενοι προεβάλλοντο τῆς βουλῆς, ἀπολεγομένου τοῦ Λουκούλλου τὰ πρωτεῖα: κατέβαινε δ᾽ εἰς τὴν ἀγορὰν διὰ τοὺς φίλους, εἰς δὲ τὴν σύγκλητον, εἰ Πομπηΐου τινὰ δέοι σπουδὴν φιλοτιμίαν ἐπηρεάσαι. [6] καὶ τάς τε διατάξεις, ἃς ἐκεῖνος ἐποιήσατο τῶν βασιλέων κρατήσας, ἐξέκρουσε, καὶ νέμησίν τινα τοῖς στρατιώταις αὐτοῦ γράφοντος ἐκώλυσε δοθῆναι συμπράττοντος Κάτωνος, ὥστε Πομπήϊον εἰς τὴν [p. 608] Κράσσου καὶ Καίσαρος φιλίαν, μᾶλλον δὲ συνωμοσίαν, καταφυγεῖν καὶ πληρώσαντα τὴν πόλιν ὅπλων καὶ στρατιωτῶν βίᾳ κυρῶσαι τὰ δόγματα, τοὺς περὶ τὸν Κάτωνα καὶ Λούκουλλον ἐκβαλόντα τῆς ἀγορᾶς.

[7] ἀγανακτούντων δὲ τῶν βελτίστων ἐπὶ τοῖς γινομένοις προῆγον οἱ Πομπηιανοὶ Βέττιόν τινα, συνειληφέναι λέγοντες ἐπιβουλεύοντα Πομπηίῳ. κἀκεῖνος ἀνακρινόμενος ἐν μὲν τῇ συγκλήτῳ κατηγόρησεν ἑτέρων τινῶν, ἐν δὲ τῷ δήμῳ Λούκουλλον ὠνόμασεν, ὡς ὑπ᾽ ἐκείνου παρεσκευασμένος ἀποκτεῖναι Πομπήιον. [8] οὐδεὶς δὲ τῷ λόγῳ προσέσχεν, ἀλλὰ καὶ παραυτίκα δῆλος ἦν ἄνθρωπος ἐπὶ συκοφαντίᾳ καὶ διαβολῇ προηγμένος ὑπ᾽ αὐτῶν, καὶ μᾶλλον ἐφωράθη τὸ πρᾶγμα μετ᾽ ὀλίγας ἡμέρας ῥιφθέντος ἐκ τῆς εἱρκτῆς νεκροῦ, λεγομένου μὲν αὐτομάτως τεθνάναι, σημεῖα δ᾽ ἀγχόνης καὶ πληγῶν ἔχοντος: ἐδόκει γὰρ ὑπ᾽ αὐτῶν ἀνῃρῆσθαι τῶν παρεσκευακότων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: