previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν μὲν οὖν ταῖς πρώταις ἐπιστολαῖς τοιοῦτος Βροῦτος: ἤδη δὲ τῶν μὲν ὡς Καίσαρα, τῶν δ᾽ ὡς Ἀντώνιον διισταμένων, ὠνίων δὲ τῶν [p. 176] στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλέον διδόντι, παντάπασι καταγνοὺς τῶν πραγμάτων ἔγνω καταλιπεῖν Ἰταλίαν, καὶ πεζῇ διὰ Λευκανίας εἰς Ἐλέαν ἐπὶ θάλασσαν ἧκεν. [2] ὅθεν Πορκία μέλλουσα πάλιν εἰς Ῥώμην ἀποτραπέσθαι λανθάνειν μὲν ἐπειρᾶτο περιπαθῶς ἔχουσα, γραφὴ δέ τις αὐτὴν προὔδωκε τἆλλα γενναίαν οὖσαν. ἦν γὰρ ἐκ τῶν Ἑλληνικῶν διάθεσις, προπεμπόμενος Ἕκτωρ ὑπὸ Ἀνδρομάχης κομιζομένης παρ᾽ αὐτοῦ τὸ παιδίον, ἐκείνῳ δὲ προσβλεπούσης. [3] ταῦτα θεωμένην τὴν Πορκίαν τοῦ πάθους εἰκὼν ἐξέτηξεν εἰς δάκρυα: καὶ πολλάκις φοιτῶσα τῆς ἡμέρας ἔκλαιεν. Ἀκιλίου δέ τινος τῶν Βρούτου φίλων τὰ πρὸς Ἕκτορα τῆς Ἀνδρομάχης ἔπη διελθόντος,
Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
ἠδὲ κασίγνητος, σὺ δέ μοί θαλερὸς παρακοίτης,
[4] μειδιάσας Βροῦτος, ‘ἀλλ᾽ οὐκ ἐμοί γ᾽,’ εἶπε, ‘πρὸς Πορκίαν ἔπεισι φάναι τὰ τοῦ Ἕκτορος,
ἱστόν ἠλακάτην τε καὶ ἀμφιπόλοισι κέλευε:
σώματος γὰρ ἀπολείπεται φύσει τῶν ἴσων ἀνδραγαθημάτων, γνώμῃ δ᾽ ὑπὲρ τῆς πατρίδος, ὥσπερ ἡμεῖς, ἀριστεύει.’ ταῦτα μὲν τῆς Πορκίας υἱὸς ἱστόρηκε Βύβλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: