This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
τοσοῦτον γὰρ αὕτη διαφέρει τῶν ἄλλων δικῶν, ὥστε τῶν μὲν τοῖς ἀγωνιζομένοις μόνον προσήκει, ταύτῃ δὲ τὸ κοινὸν τῆς πόλεως συγκινδυνεύει. περὶ ταύτης δύ᾽ ὅρκους ὀμόσαντες δικάζετε, τὸν μὲν, ὅνπερ ἐπὶ ταῖς ἄλλαις εἴθισθε, τὸν δ᾽ ὃν ἐπὶ ταῖς συνθήκαις ἐποιήσασθε. ταύτην ἀδίκως γνόντες οὐ τοὺς τῆς πόλεως μόνον νόμους ἀλλὰ καὶ τοὺς ἁπάντων κοινοὺς παραβήσεσθε. ὥστ᾽ οὐκ ἄξιον οὔτε κατὰ χάριν οὔτε κατ᾽ ἐπιείκειαν οὔτε κατ᾽ ἄλλ᾽ οὐδὲν ἢ κατὰ τοὺς ὅρκους περὶ αὐτῶν ψηφίσασθαι.