This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
μηδὲν ἀποκρύπτεσθε μήθ᾽ ὧν κέκτησθε μήθ᾽ ὧν ποιεῖτε μήθ᾽ ὧν μέλλετε πράττειν, εἰδότες ὅτι περὶ τὰ κεκρυμμένα τῶν πραγμάτων ἀναγκαῖόν ἐστι πολλοὺς φόβους γίγνεσθαι. μὴ τεχνικῶς ζητεῖτε πολιτεύεσθαι μηδ᾽ ἀφανῶς, ἀλλ᾽ οὕτως ἁπλῶς καὶ φανερῶς ὥστε μηδ᾽ ἄν τις βούληται ῥᾴδιον ὑμᾶς εἶναι διαβαλεῖν. δοκιμάζετε τὰς πράξεις, καὶ νομίζετε πονηρὰς μὲν ἃς πράττοντες λανθάνειν ἐμὲ βούλεσθε, χρηστὰς δὲ περὶ ὧν ἐγὼ μέλλω πυθόμενος βελτίους ὑμᾶς νομιεῖν.