This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[187]
καὶ περὶ μὲν τούτου κατὰ σχολήν: ἃ δὲ Τιμοκράτης νῦν ἐρεῖ, πολλὰ λέγειν ἔτι πρὸς τούτοις ἔχων παύσομαι. οἶδα δ᾽ ὅτι, ὡς μὲν οὐκ ἀσύμφορος ὑμῖν ἐσθ᾽ ὁ νόμος καὶ παρὰ πάντας τοὺς νόμους εἰσενηνεγμένος καὶ κατὰ πάντ᾽ ἀδίκως ἔχων, οὐχ ἕξει λέγειν: ἀκούω δ᾽ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματ᾽ Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ, καὶ ὅτι δεινότατ᾽ ἂν πάθοι πάντων ἀνθρώπων, εἰ πεποιηκότων ἐκείνων τὰ δίκαια, ὑπὲρ ὧν αὐτὸς αἰτίαν ἔχει θεῖναι τὸν νόμον, μηδὲν ἧττον αὐτὸς ἁλίσκοιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.