Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Παίς
ἄγε νυν ὦ πάτερ ἢν μὴ
τὸ δικαστήριον ἅρχων
305καθίσῃ νῦν, πόθεν ὠνησόμεθ᾽
ἄριστον; ἔχεις ἐλπίδα
χρηστήν τινα νῷν ἢ
πόρον Ἕλλας ἱρὸν εὑρεῖν; Χορός
ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
310μὰ Δί᾽ οὐκ ἔγωγε νῷν οἶδ᾽
ὁπόθεν γε δεῖπνον ἔσται. Παίς
τί με δῆτ᾽ ὦ μελέα μῆτερ ἔτικτες; Χορός
ἵν᾽ ἐμοὶ πράγματα βόσκειν παρέχῃς. Παίς
ἀνόνητον ἄρ᾽ ὦ θυλάκιόν σ᾽ εἶχον ἄγαλμα.
315ἒ ἔ. πάρα νῷν στενάζειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.