previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24. συνέβη γὰρ τῇ αὐτῇ ἡμέρᾳ τὸν Γέλωνα νικῆσαι καὶ τοὺς περὶ Θερμοπύλας μετὰ Λεωνίδου διαγωνίσασθαι πρὸς Ξέρξην, ὥσπερ ἐπίτηδες τοῦ δαιμονίου περὶ τὸν αὐτὸν καιρὸν ποιήσαντος γενέσθαι τήν τε καλλίστην νίκην καὶ τὴν ἐνδοξοτάτην ἧτταν. [2] μετὰ δὲ τὴν γενομένην μάχην πρὸς τῇ πόλει τῶν Ἱμεραίων εἴκοσι νῆες μακραὶ διέφυγον τὸν κίνδυνον, ἃς Ἀμίλκας οὐκ ἐνεώλκησε πρὸς τὰς ἀναγκαίας χρείας. διὸ καὶ τῶν ἀνδρῶν σχεδὸν ἁπάντων τῶν μὲν ἀνῃρημένων, τῶν δὲ ἐζωγρημένων, ἔφθασαν αὗται τὸν ἀπόπλουν ποιησάμεναι. πολλοὺς δὲ τῶν φευγόντων ἀναλαβοῦσαι, καὶ διὰ τοῦτο κατάγομοι γενόμεναι, περιέπεσον χειμῶνι καὶ πᾶσαι διεφθάρησαν: ὀλίγοι δέ τινες ἐν μικρῷ σκάφει διασωθέντες εἰς Καρχηδόνα διεσάφησαν τοῖς πολίταις, σύντομον ποιησάμενοι τὴν ἀπόφασιν, ὅτι πάντες οἱ διαβάντες εἰς τὴν Σικελίαν ἀπολώλασιν. [3] οἱ δὲ Καρχηδόνιοι παρ᾽ ἐλπίδας μεγάλῃ συμφορᾷ περιπεσόντες ἐπὶ τοσοῦτο κατεπλάγησαν, ὥστε τὰς νύκτας ἅπαντας διαγρυπνεῖν φυλάττοντας τὴν πόλιν, ὡς τοῦ Γέλωνος πάσῃ τῇ δυνάμει παραχρῆμα διεγνωκότος πλεῖν ἐπὶ τὴν Καρχηδόνα. [4] διὰ δὲ τὸ πλῆθος τῶν ἀπολωλότων τε πόλις ἐπένθησε κοινῇ καὶ κατ᾽ ἰδίαν αἱ τῶν ἰδιωτῶν οἰκίαι κλαυθμοῦ καὶ πένθους ἐπληροῦντο. οἱ μὲν γὰρ υἱούς, οἱ δὲ ἀδελφοὺς ἐπεζήτουν, πλεῖστοι δὲ παῖδες ὀρφανοὶ πατέρων γεγονότες ἔρημοι ὠδύροντο τόν τε τῶν γεγεννηκότων θάνατον καὶ τὴν ἰδίαν ἐρημίαν τῶν βοηθούντων. οἱ δὲ Καρχηδόνιοι φοβούμενοι μὴ φθάσῃ διαβὰς εἰς Λιβύην Γέλων, εὐθὺς ἐξέπεμψαν πρὸς αὐτὸν πρεσβευτὰς αὐτοκράτορας τοὺς δυνατωτάτους εἰπεῖν τε καὶ βουλεύσασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), CARTHA´GO
    • Smith's Bio, Gelon
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: