previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13.

οἱ δὲ Συρακόσιοι παρά τινων αὐτομόλων πυθόμενοι τὴν αἰτίαν τοῦ ὑπερτεθεῖσθαι τὸν ἀπόπλουν, τάς τε τριήρεις πάσας ἐπλήρωσαν, οὔσας ἑβδομήκοντα καὶ τέσσαρας, καὶ τὰς πεζὰς δυνάμεις ἐξαγαγόντες προσέβαλον τοῖς πολεμίοις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. [2] οἱ δ᾽ Ἀθηναῖοι τριήρεις πληρώσαντες ἓξ πρὸς ταῖς ὀγδοήκοντα, τὸ μὲν δεξιὸν κέρας παρέδωκαν Εὐρυμέδοντι τῷ στρατηγῷ, καθ᾽ ἐτάχθη τῶν Συρακοσίων στρατηγὸς Ἀγάθαρχος: ἐπὶ δὲ θατέρου μέρους Εὐθύδημος ἐτέτακτο, καθ᾽ ὃν ἀντετάξατο Σικανὸς τῶν Συρακοσίων ἡγούμενος: τῆς δὲ μέσης τάξεως εἶχε τὴν ἡγεμονίαν παρὰ μὲν τοῖς Ἀθηναίοις Μένανδρος, παρὰ δὲ τοῖς Συρακοσίοις Πύθης Κορίνθιος. [3] ὑπερτεινούσης δὲ τῆς τῶν Ἀθηναίων φάλαγγος διὰ τὸ πλείοσιν αὐτοὺς ἀγωνίζεσθαι τριήρεσιν, οὐχ ἥκιστα καθ᾽ πλεονεκτεῖν ἐδόκουν κατὰ τοῦτο ἠλαττώθησαν. γὰρ Εὐρυμέδων ἐπιχειρήσας περιπλεῖν τὸ κέρας τῶν ἐναντίων, ὡς ἀπεσπάσθη τῆς τάξεως, ἐπιστρεψάντων ἐπ᾽ αὐτὸν τῶν Συρακοσίων ἀπελήφθη πρὸς τὸν κόλπον τὸν Δάσκωνα μὲν καλούμενον, ὑπὸ δὲ τῶν Συρακοσίων κατεχόμενον. [4] κατακλεισθεὶς δ᾽ εἰς στενὸν τόπον καὶ βιασθεὶς εἰς τὴν γῆν ἐκπεσεῖν, αὐτὸς μὲν ὑπό τινος τρωθεὶς καιρίᾳ πληγῇ τὸν βίον μετήλλαξεν, ἑπτὰ δὲ ναῦς ἐν τούτῳ τῷ τόπῳ διεφθάρησαν. [5] τῆς δὲ ναυμαχίας ἤδη γινομένης ὅλοις τοῖς στόλοις, ὡς διεδόθη λόγος τόν τε στρατηγὸν ἀνῃρῆσθαι καί τινας ναῦς ἀπολωλέναι, τὸ μὲν πρῶτον αἱ μάλιστα συνεγγίζουσαι ταῖς διεφθαρμέναις ναυσὶν ἐνέκλιναν, μετὰ δὲ ταῦτα τῶν Συρακοσίων ἐπικειμένων καὶ διὰ τὸ γεγονὸς εὐημέρημα θρασέως ἀγωνιζομένων, βιασθέντες οἱ Ἀθηναῖοι πάντες φυγεῖν ἠναγκάσθησαν. [6] γενομένου δὲ τοῦ διωγμοῦ πρὸς τὸ τεναγῶδες μέρος τοῦ λιμένος, οὐκ ὀλίγαι τῶν τριήρων ἐν τοῖς βράχεσιν ἐπώκειλαν. ὧν συμβαινόντων Σικανὸς τῶν Συρακοσίων στρατηγὸς ταχέως ὁλκάδα κληματίδων καὶ δᾴδων, ἔτι δὲ πίττης πληρώσας, ἐνέπρησε τὰς ἐν τοῖς βράχεσι ναῦς κυλινδουμένας. [7] ὧν ἀναφθεισῶν οἱ μὲν Ἀθηναῖοι ταχέως τήν τε φλόγα κατέσβεσαν καὶ ἀπὸ τῶν νεῶν ἐρρωμένως ἠμύναντο τοὺς ἐπιφερομένους, ἄλλην οὐδεμίαν εὑρίσκοντες σωτηρίαν: τὰ δὲ πεζὰ στρατόπεδα παρεβοήθει παρὰ τὸν αἰγιαλόν, ἐφ᾽ ὃν αἱ ναῦς ἐξεπεπτώκεισαν. [8] ἁπάντων δὲ καρτερῶς ὑπομενόντων τὸν κίνδυνον, ἐπὶ μὲν τῆς γῆς ἐτράπησαν οἱ Συρακόσιοι, κατὰ θάλατταν δὲ προτερήσαντες ἀπέπλευσαν εἰς τὴν πόλιν. ἀπώλοντο δὲ τῶν μὲν Συρακοσίων ὀλίγοι, τῶν δ᾽ Ἀθηναίων ἄνδρες μὲν οὐκ ἐλάττους δισχιλίων, τριήρεις δ᾽ ὀκτωκαίδεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: