previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. τῇ δ᾽ ὑστεραίᾳ κατέβαινον οἱ στρατηγοὶ μετὰ τῶν στρατιωτῶν εἰς τὸν Πειραιέα, καὶ συνηκολούθει πᾶς κατὰ τὴν πόλιν ὄχλος ἀναμὶξ ἀστῶν τε καὶ ξένων, ἑκάστου τοὺς ἰδίους συγγενεῖς τε καὶ φίλους προπέμποντος. [2] αἱ μὲν οὖν τριήρεις παρ᾽ ὅλον τὸν λιμένα παρώρμουν κεκοσμημέναι τοῖς ἐπὶ ταῖς πρῴραις ἐπισήμασι καὶ τῇ λαμπρότητι τῶν ὅπλων: δὲ κύκλος ἅπας τοῦ λιμένος ἔγεμε θυμιατηρίων καὶ κρατήρων ἀργυρῶν, ἐξ ὧν ἐκπώμασι χρυσοῖς ἔσπενδον οἱ τιμῶντες τὸ θεῖον καὶ προσευχόμενοι κατατυχεῖν τῆς στρατείας. [3] ἀναχθέντες οὖν ἐκ τοῦ Πειραιέως περιέπλευσαν τὴν Πελοπόννησον καὶ κατηνέχθησαν εἰς Κόρκυραν: ἐνταῦθα γὰρ παραμένειν παρήγγελτο καὶ προσαναλαμβάνειν τοὺς παροίκους τῶν συμμάχων. ἐπεὶ δ᾽ ἅπαντες ἠθροίσθησαν, διαπλεύσαντες τὸν Ἰόνιον πόρον πρὸς ἄκραν Ἰαπυγίαν κατηνέχθησαν, κἀκεῖθεν ἤδη παρελέγοντο τὴν Ἰταλίαν. [4] ὑπὸ μὲν οὖν Ταραντίνων οὐ προσεδέχθησαν, Μεταποντίνους δὲ καὶ Ἡρακλειώτας παρέπλευσαν: εἰς δὲ Θουρίους κατενεχθέντες πάντων ἔτυχον τῶν φιλανθρώπων. ἐκεῖθεν δὲ καταπλεύσαντες εἰς Κρότωνα, καὶ λαβόντες ἀγορὰν παρὰ τῶν Κροτωνιατῶν, τῆς τε Λακινίας Ἥρας τὸ ἱερὸν παρέπλευσαν καὶ τὴν Διοσκουριάδα καλουμένην ἄκραν ὑπερέθεντο. [5] μετὰ δὲ ταῦτα τὸ καλούμενόν τε Σκυλλήτιον καὶ Λοκροὺς παρήλλαξαν, καὶ τοῦ Ῥηγίου καθορμισθέντες ἐγγὺς ἔπειθον τοὺς Ῥηγίνους συμμαχεῖν: οἱ δὲ ἀπεκρίναντο βουλεύσεσθαι μετὰ τῶν ἄλλων Ἰταλιωτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: