previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. καὶ μετ᾽ ὀλίγας ἡμέρας μετὰ τῶν Συρακοσίων ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀθηναίους. γενομένης δὲ μάχης ἰσχυρᾶς Λάμαχος τῶν Ἀθηναίων στρατηγὸς μαχόμενος ἐτελεύτησε: πολλῶν δὲ παρ᾽ ἀμφοτέρων ἀναιρεθέντων ἐνίκησαν Ἀθηναῖοι. [2] μετὰ δὲ τὴν μάχην παραγενομένων τρισκαίδεκα τριήρων ἐκ Κορίνθου, τοὺς ἐκ τῶν πληρωμάτων ἀναλαβὼν Γύλιππος μετὰ τῶν Συρακοσίων προσέβαλε τῇ παρεμβολῇ τῶν πολεμίων, καὶ τὰς Ἐπιπολὰς ἐπολιόρκει. ἐξελθόντων δὲ τῶν Ἀθηναίων συνῆψαν μάχην οἱ Συρακόσιοι, καὶ πολλοὺς τῶν Ἀθηναίων ἀποκτείναντες ἐνίκησαν, καὶ δι᾽ ὅλης τῆς Ἐπιπολῆς τὸ τεῖχος κατέσκαψαν: οἱ δ᾽ Ἀθηναῖοι καταλιπόντες τὸν πρὸς ταῖς Ἐπιπολαῖς τόπον πᾶσαν τὴν δύναμιν εἰς τὴν ἄλλην παρεμβολὴν μετήγαγον. [3] τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι μὲν πρέσβεις ἀπέστειλαν εἰς Κόρινθον καὶ Λακεδαίμονα περὶ βοηθείας: οἷς ἀπέστειλαν Κορίνθιοι μετὰ Βοιωτῶν μὲν καὶ Σικυωνίων χιλίους, Σπαρτιᾶται δ᾽ ἑξακοσίους: [4] Γύλιππος δὲ περιπορευόμενος τὰς κατὰ Σικελίαν πόλεις πολλοὺς προετρέπετο συμμαχεῖν, καὶ λαβὼν στρατιώτας παρά τε τῶν Ἱμεραίων καὶ Σικανῶν τρισχιλίους ἦγε διὰ τῆς μεσογείου. πυθόμενοι δὲ οἱ Ἀθηναῖοι τὴν παρουσίαν αὐτῶν, ἐπιθέμενοι τοὺς ἡμίσεις ἀνεῖλον: οἱ δὲ περιλειφθέντες διεσώθησαν εἰς Συρακούσας. [5] ἐλθόντων δὲ τῶν συμμάχων οἱ Συρακόσιοι βουλόμενοι καὶ τῶν κατὰ θάλατταν ἀγώνων ἀντιποιεῖσθαι, τάς τε προϋπαρχούσας ναῦς καθείλκυσαν καὶ ἄλλας προσκατασκευάσαντες. ἐν τῷ μικρῷ λιμένι τὰς ἀναπείρας ἐποιοῦντο. [6] Νικίας δὲ τῶν Ἀθηναίων στρατηγὸς ἀπέστειλεν εἰς Ἀθήνας ἐπιστολάς, ἐν αἷς ἐδήλου ὅτι πολλοὶ πάρεισι σύμμαχοι τοῖς Συρακοσίοις, καὶ διότι ναῦς οὐκ ὀλίγας πληρώσαντες ναυμαχεῖν διέγνωσαν: κατὰ τάχος οὖν ἠξίου τριήρεις τε πέμπειν καὶ χρήματα καὶ στρατηγοὺς τοὺς συνδιοικήσοντας τὸν πόλεμον: Ἀλκιβιάδου μὲν γὰρ πεφευγότος, Λαμάχου δὲ τετελευτηκότος αὐτὸν μόνον ἀπολελεῖφθαι, καὶ ταῦτ᾽ ἀσθενῶς διακείμενον. [7] οἱ δ᾽ Ἀθηναῖοι μετ᾽ Εὐρυμέδοντος μὲν τοῦ στρατηγοῦ δέκα ναῦς ἀπέστειλαν εἰς Σικελίαν καὶ ἀργυρίου τάλαντα ἑκατὸν τεσσαράκοντα περὶ τὰς χειμερινὰς τροπάς: περὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μέγαν στόλον ἀποστέλλειν. διόπερ στρατιώτας τε πανταχόθεν παρὰ τῶν συμμάχων κατέγραφον καὶ χρήματα συνήθροιζον. [8] κατὰ δὲ τὴν Πελοπόννησον οἱ Λακεδαιμόνιοι παροξυνθέντες ὑπὸ Ἀλκιβιάδου τὰς σπονδὰς ἔλυσαν τὰς πρὸς Ἀθηναίους, καὶ πόλεμος οὗτος διέμεινεν ἔτη δώδεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: