previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45.

κατὰ δὲ τὴν Ἑλλάδα ταραττομένων τῶν πόλεων διὰ τὴν ἀσυνήθη πολιτείαν, καὶ πολλῶν ἐπανισταμένων διὰ τὴν κοινὴν ἀναρχίαν, τοῖς μὲν τὰς ὀλιγαρχίας κατασκευάζουσιν ἐβοήθουν οἱ Λακεδαιμόνιοι, τοῖς δὲ τῆς δημοκρατίας ἀντεχομένοις συνεμάχουν οἱ Ἀθηναῖοι. [2] ἀμφότεραι γὰρ αἱ πόλεις αὗται χρόνον ὀλίγον διετήρησαν τὰς σπονδάς, μετὰ δὲ ταῦτα συμπράττουσαι ταῖς οἰκείαις πόλεσιν ἐπολέμουν, οὐδὲν ἔτι φροντίζοντες τῆς κοινῆς συντεθείσης εἰρήνης. διόπερ ἐν Ζακύνθῳ τοῖς ἐπὶ τῆς Λακεδαιμονίων ἐπιστασίας κυρίοις γεγονόσι τοῦ πολιτεύματος δῆμος χαλεπῶς ἔχων καὶ μνησικακῶν ἐφυγάδευσε πάντας ... οὗτοι δὲ πρὸς Τιμόθεον τὸν Ἀθηναίων ἡγούμενον τοῦ ναυτικοῦ καταφυγόντες συνέπλεον αὐτῷ καὶ συνεμάχουν. [3] τοῦτον οὖν παραστησάμενοι συνεργόν, καὶ διαβιβασθέντες εἰς τὴν νῆσον ὑπ᾽ αὐτοῦ, κατελάβοντο χωρίον ὀχυρὸν παρὰ θάλατταν, προσηγόρευον Ἀρκαδίαν. ἐκ τούτου δ᾽ ὁρμώμενοι, καὶ βοηθὸν ἔχοντες τὸν Τιμόθεον, ἐκακοποίουν τοὺς ἐν τῇ πόλει. [4] τῶν δὲ Ζακυνθίων τοὺς Λακεδαιμονίους ἀξιούντων βοηθῆσαι, τὸ μὲν πρῶτον εἰς τὰς Ἀθήνας ἀποστείλαντες πρέσβεις κατηγόρουν τοῦ Τιμοθέου: ὡς δ᾽ ἐθεώρουν τὸν δῆμον ἀποκλίνοντα πρὸς τοὺς φυγάδας, συνεστήσαντο ναυτικόν, καὶ πληρώσαντες τριήρεις εἴκοσι καὶ πέντε ἐξέπεμψαν τοῖς Ζακυνθίοις συμμαχίαν, δόντες τὴν ἡγεμονίαν Ἀριστοκράτει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: