Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Διόδοτος, εἷς τῶν μετὰ Θρασύλλου καταλεγέντων
ἐν τῷ Πελοποννησιακῷ πολέμῳ, μέλλων ἐκπλεῖν εἰς
τὴν Ἀσίαν ἐπὶ Γλαυκίππου ἄρχοντος, ἔχων νήπια
παιδία, διαθήκας ἐποιήσατο καταλιπὼν αὐτοῖς ἐπίτροπον
[p. 33]
τὸν ἑαυτοῦ μὲν ἀδελφὸν Διογείτονα, τῶν δὲ
παιδίων θεῖόν τε καὶ πάππον ἀπὸ μητρός. αὐτὸς μὲν
οὖν ἐν Ἐφέσῳ μαχόμενος ἀποθνῄσκει, Διογείτων δὲ
πᾶσαν τὴν οὐσίαν τῶν ὀρφανῶν διαχειρισάμενος καὶ
ἐκ πολλῶν πάνυ χρημάτων οὐδὲν ἀποδείξας αὐτοῖς,
ἔτι περιὼν κατηγορεῖται πρὸς ἑνὸς τῶν μειρακίων
δοκιμασθέντος κακῆς ἐπιτροπῆς. λέγει δὲ κατ᾽ αὐτοῦ
τὴν δίκην ὁ τῆς ἐκείνου μὲν θυγατριδῆς τῶν δὲ
μειρακίων ἀδελφῆς ἀνήρ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.